2 | katapi NEW STUDY BIBLE | Passage | New Testament in Greek (UBS.Ed.26) |
2 1 | In those days a decree went out from Caesar Augustus that all the world should be enrolled. | The Birth of Jesus Lk.2.1-7 (Bethlehem) | Mt.1.18-25 | Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθεν δόγμα παρὰ Καίσαρος Αὐγούστου ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην. |
2 | This was the first enrollment, when Quirinius was governor of Syria. | αὑτη ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου. | |
3 | And all went to be enrolled, each to his own city. | καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἑκαστος εἰς τὴν ἑαυτοῦ πόλιν. | |
4 | And Joseph also went up from Galilee, from the city of Nazareth, to Judea, to the city of David, which is called Bethlehem, because he was of the house and lineage of David, | Ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας ἐκ πόλεως Ναζαρὲθ εἰς τὴν Ἰουδαίαν εἰς πόλιν Δαυὶδ ἡτις καλεῖται Βηθλέεμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἰκου καὶ πατριᾶς Δαυίδ, | |
5 | to be enrolled with Mary, his betrothed, who was with child. | ἀπογράψασθαι σὺν Μαριὰμ τῇ ἐμνηστευμένῃ αὐτῷ, οὐσῃ ἐγκύῳ. | |
6 | And while they were there, the time came for her to be delivered. | ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν, | |
7 | And she gave birth to her first-born son and wrapped him in swaddling cloths, and laid him in a manger, because there was no place for them in the inn. | καὶ ἐτεκεν τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον· καὶ ἐσπαργάνωσεν αὐτὸν καὶ ἀνέκλινεν αὐτὸν ἐν φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι. | |
8 | And in that region there were shepherds out in the field, keeping watch over their flock by night. | The Shepherds and the Angels Lk.2.8-21 (Bethlehem) | Καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν. |
9 | And an angel of the Lord appeared to them, and the glory of the Lord shone around them, and they were filled with fear. | καὶ ἀγγελος κυρίου ἐπέστη αὐτοῖς καὶ δόξα κυρίου περιέλαμψεν αὐτούς, καὶ ἐφοβήθησαν φόβον μέγαν. | |
10 | And the angel said to them, "Be not afraid; for behold, I bring you good news of a great joy which will come to all the people; | καὶ εἶπεν αὐτοῖς ὁ ἀγγελος, Μὴ φοβεῖσθε, ἰδοὺ γὰρ εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην ἡτις ἐσται παντὶ τῷ λαῷ, | |
11 | for to you is born this day in the city of David a Saviour, who is Christ the Lord. | ὁτι ἐτέχθη ὑμῖν σήμερον σωτὴρ ὁς ἐστιν Χριστὸς κύριος ἐν πόλει Δαυίδ· | |
12 | And this will be a sign for you: you will find a babe wrapped in swaddling cloths and lying in a manger." | καὶ τοῦτο ὑμῖν τὸ σημεῖον, εὑρήσετε βρέφος ἐσπαργανωμένον καὶ κείμενον ἐν φάτνῃ. | |
13 | And suddenly there was with the angel a multitude of the heavenly host praising God and saying, | καὶ ἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου αἰνούντων τὸν θεὸν καὶ λεγόντων, | |
14 | "Glory to God in the highest, and on earth peace among men with whom he is pleased!" | Δόξα ἐν ὑψίστοις θεῷ | |
15 | When the angels went away from them into heaven, the shepherds said to one another, "Let us go over to Bethlehem and see this thing that has happened, which the Lord has made known to us." | Καὶ ἐγένετο ὡς ἀπῆλθον ἀπ' αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἀγγελοι, οἱ ποιμένες ἐλάλουν πρὸς ἀλλήλους, Διέλθωμεν δὴ ἑως Βηθλέεμ καὶ ἰδωμεν τὸ ῥῆμα τοῦτο τὸ γεγονὸς ὃ ὁ κυ ριος ἐγνώρισεν ἡμῖν. | |
16 | And they went with haste, and found Mary and Joseph, and the babe lying in a manger. | καὶ ἦλθαν σπεύσαντες καὶ ἀνεῦραν τήν τε Μαριὰμ καὶ τὸν Ἰωσὴφ καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνῃ· | |
17 | And when they saw it they made known the saying which had been told them concerning this child; | ἰδόντες δὲ ἐγνώρισαν περὶ τοῦ ῥήματος τοῦ λαληθέντος αὐτοῖς περὶ τοῦ παιδίου τούτου. | |
18 | and all who heard it wondered at what the shepherds told them. | καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν ποιμένων πρὸς αὐτούς· | |
19 | But Mary kept all these things, pondering them in her heart. | ἡ δὲ Μαριὰμ πάντα συνετήρει τὰ ῥήματα ταῦτα συμβάλλουσα ἐν τῇ καρδίᾳ αὐτῆς. | |
20 | And the shepherds returned, glorifying and praising God for all they had heard and seen, as it had been told them. | καὶ ὑπέστρεψαν οἱ ποιμένες δοξάζοντες καὶ αἰνοῦντες τὸν θεὸν ἐπὶ πᾶσιν οἷς ἠκουσαν καὶ εἶδον καθὼς ἐλαλήθη πρὸς αὐτούς. | |
21 | And at the end of eight days, when he was circumcised, he was called Jesus, the name given by the angel before he was conceived in the womb. | Καὶ ὅτε ἐπλήσθησαν ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν αὐτόν, καὶ ἐκλήθη τὸ ὀνομα αὐτοῦ Ἰησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλλημφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ. |