|
21 |
Revised Standard Version |
Passage |
New Testament in Greek (UBS.Ed.26) |
|
|
28 | "What do you think? A man had two sons; and he went to the first and said, 'Son, go and work in the vineyard today.' | The Parable of the Two Sons Mt.21.28-32 (Jerusalem) | Τί δὲ ὑμῖν δοκεῖ; ἄνθρωπος εἶχεν τέκνα δύο. καὶ προσελθὼν τῷ πρώτῳ εἶπεν, Τέκνον, ὑπαγε σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνι. |
|
29 | And he answered, 'I will not'; but afterward he repented and went. | | ὁ δὲ ἀποκριθεὶς εἶπεν, Οὐ θέλω, ὑστερον δὲ μεταμεληθεὶς ἀπῆλθεν. |
|
30 | And he went to the second and said the same; and he answered, 'I go, sir,' but did not go. | | προσελθὼν δὲ τῷ ἑτέρῳ εἶπεν ὡσαύτως. ὁ δὲ ἀποκριθεὶς εἶπεν, Ἐγώ, κύριε· καὶ οὐκ ἀπῆλθεν. |
|
31 | Which of the two did the will of his father?" They said, "The first." Jesus said to them, "Truly, I say to you, the tax collectors and the harlots go into the kingdom of God before you. | | τίς ἐκ τῶν δύο ἐποίησεν τὸ θέλημα τοῦ πατρός; λέγουσιν, Ὁ πρῶτος. λέγει αὐτοῖς ὁ Ἰησοῦς, Ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ θεοῦ. |
|
32 | For John came to you in the way of righteousness, and you did not believe him, but the tax collectors and the harlots believed him; and even when you saw it, you did not afterward repent and believe him. | | ἦλθεν γὰρ Ἰωάννης πρὸς ὑμᾶς ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ· οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ· ὑμεῖς δὲ ἰδόντες οὐδὲ μετεμελήθητε ὑστερον τοῦ πιστεῦσαι αὐτῷ. |