|
| 1 |
Revised Standard Version |
Passage |
Old Testament in Greek (Septuagint) |
|
|
| 1 1 | The subject that I am about to discuss is most philosophical, that is, whether devout reason is sovereign over the emotions. So it is right for me to advise you to pay earnest attention to philosophy. | Preface. 4Mace.1.1-12 | Φιλοσοφώτατον λόγον ἐπιδείκνυσθαι μέλλων, εἰ αὐτοδέσποτός ἐστιν τῶν παθῶν ὁ εὐσεβὴς λογισμός, συμβουλεύσαιμ ἂν ὑμῖν ὀρθῶς ὅπως προσέχητε προθύμως τῇ φιλοσοφίᾳ. |
|
| 2 | For the subject is essential to everyone who is seeking knowledge, and in addition it includes the praise of the highest virtue - I mean, of course, rational judgment. | | καὶ γὰρ ἀναγκαῖος εἰς ἐπιστήμην παντὶ ὁ λόγος καὶ ἄλλως τῆς μεγίστης ἀρετῆς, λέγω δὴ φρονήσεως, περιέχει ἔπαινον. |
|
| 3 | If, then, it is evident that reason rules over those emotions that hinder self-control, namely, gluttony and lust, | | εἰ ἄρα τῶν σωφροσύνης κωλυτικῶν παθῶν ὁ λογισμὸς φαίνεται ἐπικρατεῖν, γαστριμαργίας τε καὶ ἐπιθυμίας, |
|
| 4 | it is also clear that it masters the emotions that hinder one from justice, such as malice, and those that stand in the way of courage, namely anger, fear, and pain. | | ἀλλὰ καὶ τῶν τῆς δικαιοσύνης ἐμποδιστικῶν παθῶν κυριεύειν ἀναφαίνεται, οἷον κακοηθείας, καὶ τῶν τῆς ἀνδρείας ἐμποδιστικῶν παθῶν, θυμοῦ τε καὶ φόβου καὶ πόνου. |
|
| 5 | Some might perhaps ask, "If reason rules the emotions, why is it not sovereign over forgetfulness and ignorance?" Their attempt at argument is ridiculous! | | πῶς οὖν, ἴσως εἴποιεν ἄν τινες, εἰ τῶν παθῶν ὁ λογισμὸς κρατεῖ, λήθης καὶ ἀγνοίας οὐ δεσπόζει; γελοῖον ἐπιχειροῦντες λέγειν. |
|
| 6 | For reason does not rule its own emotions, but those that are opposed to justice, courage, and self-control; and it is not for the purpose of destroying them, but so that one may not give way to them. | | οὐ γὰρ τῶν αὑτοῦ παθῶν ὁ λογισμὸς κρατεῖ, ἀλλὰ τῶν τῆς δικαιοσύνης καὶ ἀνδρείας καὶ σωφροσύνης ἐναντίων, καὶ τούτων οὐχ ὥστε αὐτὰ καταλῦσαι, ἀλλ' ὥστε αὐτοῖς μὴ εἶξαι. |
|
| 7 | I could prove to you from many and various examples that reason is dominant over the emotions, | | πολλαχόθεν μὲν οὖν καὶ ἀλλαχόθεν ἔχοιμ ἂν ὑμῖν ἐπιδεῖξαι ὅτι αὐτοκράτωρ ἐστὶν τῶν παθῶν ὁ λογισμός, |
|
| 8 | but I can demonstrate it best from the noble bravery of those who died for the sake of virtue, Eleazar and the seven brothers and their mother. | | πολὺ δὲ πλέον τοῦτο ἀποδείξαιμι ἀπὸ τῆς ἀνδραγαθίας τῶν ὑπὲρ ἀρετῆς ἀποθανόντων, Ελεαζαρου τε καὶ τῶν ἑπτὰ ἀδελφῶν καὶ τῆς τούτων μητρός. |
|
| 9 | All of these, by despising sufferings that bring death, demonstrated that reason controls the emotions. | | ἅπαντες γὰρ οὗτοι τοὺς ἕως θανάτου πόνους ὑπεριδόντες ἐπεδείξαντο ὅτι περικρατεῖ τῶν παθῶν ὁ λογισμός. |
|
| 10 | On this anniversary it is fitting for me to praise for their virtues those who, with their mother, died for the sake of nobility and goodness, but I would also call them blessed for the honor in which they are held. | | τῶν μὲν οὖν ἀρετῶν ἔπεστί μοι ἐπαινεῖν τοὺς κατὰ τοῦτον τὸν καιρὸν ὑπὲρ τῆς καλοκἀγαθίας ἀποθανόντας μετὰ τῆς μητρὸς ἄνδρας, τῶν δὲ τιμῶν μακαρίσαιμ ἄν. |
|
| 11 | For all people, even their torturers, marveled at their courage and endurance, and they became the cause of the downfall of tyranny over their nation. By their endurance they conquered the tyrant, and thus their native land was purified through them. | | θαυμασθέντες γὰρ οὐ μόνον ὑπὸ πάντων ἀνθρώπων ἐπὶ τῇ ἀνδρείᾳ καὶ ὑπομονῇ, ἀλλὰ καὶ ὑπὸ τῶν αἰκισαμένων, αἴτιοι κατέστησαν τοῦ καταλυθῆναι τὴν κατὰ τοῦ ἔθνους τυραννίδα νικήσαντες τὸν τύραννον τῇ ὑπομονῇ ὥστε καθαρισθῆναι δι' αὐτῶν τὴν πατρίδα. |
|
| 12 | I shall shortly have an opportunity to speak of this; but, as my custom is, I shall begin by stating my main principle, and then I shall turn to their story, giving glory to the all-wise God. | | ἀλλὰ καὶ περὶ τούτου νῦν αὐτίκα δὴ λέγειν ἐξέσται ἀρξαμένῳ τῆς ὑποθέσεως, ὅπερ εἴωθα ποιεῖν, καὶ οὕτως εἰς τὸν περὶ αὐτῶν τρέψομαι λόγον δόξαν διδοὺς τῷ πανσόφῳ θεῷ. |