|
| 7 |
Revised Standard Version |
Passage |
Old Testament in Greek (Septuagint) |
|
|
| 7 1 | Then Sisinnes the governor of Coelesyria and Phoenicia, and Sathrabuzanes, and their associates, following the orders of King Darius, | Rededication of the Temple. 1Esd.7.1-9 | Ez.6.13-18 | Τότε Σισίννης ὁ ἔπαρχος Κοίλης Συρίας καὶ Φοινίκης καὶ Σαθραβουζάνης καὶ οἱ συνέταιροι κατακολουθήσαντες τοῖς ὑπὸ τοῦ βασιλέως Δαρείου προσταγεῖσιν |
|
| 2 | supervised the holy work with very great care, assisting the elders of the Jews and the chief officers of the temple. | | ἐπεστάτουν τῶν ἱερῶν ἔργων ἐπιμελέστερον συνεργοῦντες τοῖς πρεσβυτέροις τῶν Ιουδαίων καὶ ἱεροστάταις. |
|
| 3 | And the holy work prospered, while the prophets Haggai and Zechariah prophesied; | | καὶ εὔοδα ἐγίνετο τὰ ἱερὰ ἔργα προφητευόντων Αγγαιου καὶ Ζαχαριου τῶν προφητῶν, |
|
| 4 | and they completed it by the command of the Lord God of Israel. So with the consent of Cyrus and Darius and Artaxerxes, kings of the Persians, | | καὶ συνετέλεσαν ταῦτα διὰ προστάγματος τοῦ κυρίου θεοῦ Ισραηλ, |
|
| 5 | the holy house was finished by the twenty-third day of the month of Adar, in the sixth year of King Darius. | | καὶ μετὰ τῆς γνώμης Κύρου καὶ Δαρείου καὶ Ἀρταξέρξου βασιλέως Περσῶν συνετελέσθη ὁ οἶκος ὁ ἅγιος ἕως τρίτης καὶ εἰκάδος μηνὸς Αδαρ τοῦ ἕκτου ἔτους βασιλέως Δαρείου. |
|
| 6 | And the people of Israel, the priests, the Levites, and the rest of those from the captivity who joined them, did according to what was written in the book of Moses. | | καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ λοιποὶ οἱ ἐκ τῆς αἰχμαλωσίας οἱ προστεθέντες ἀκολούθως τοῖς ἐν τῇ Μωυσέως βίβλῳ· |
|
| 7 | They offered at the dedication of the temple of the Lord one hundred bulls, two hundred rams, four hundred lambs, | | καὶ προσήνεγκαν εἰς τὸν ἐγκαινισμὸν τοῦ ἱεροῦ τοῦ κυρίου ταύρους ἑκατόν, κριοὺς διακοσίους, ἄρνας τετρακοσίους, |
|
| 8 | and twelve he-goats for the sin of all Israel, according to the number of the twelve leaders of the tribes of Israel; | | χιμάρους ὑπὲρ ἁμαρτίας παντὸς τοῦ Ισραηλ δώδεκα πρὸς ἀριθμὸν ἐκ τῶν φυλάρχων τοῦ Ισραηλ δώδεκα· |
|
| 9 | and the priests and the Levites stood arrayed in their garments, according to kindred, for the services of the Lord God of Israel in accordance with the book of Moses; and the gatekeepers were at each gate. | | καὶ ἔστησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἐστολισμένοι κατὰ φυλὰς ἐπὶ τῶν ἔργων τοῦ κυρίου θεοῦ Ισραηλ ἀκολούθως τῇ Μωυσέως βίβλῳ καὶ οἱ θυρωροὶ ἐφ' ἑκάστου πυλῶνος. |