|
| 6 |
Revised Standard Version |
Passage |
Old Testament in Greek (Septuagint) |
|
|
| 6 1 | Now in the second year of the reign of Darius, the prophets Haggai and Zechariah the son of Iddo prophesied to the Jews who were in Judea and Jerusalem, they prophesied to them in the name of the Lord God of Israel. | Work on the temple resumes. (520 BCE) 1Esd.6.1-22 | Ez.5.1-17 | Ἑν δὲ τῷ δευτέρῳ ἔτει τῆς τοῦ Δαρείου βασιλείας ἐπροφήτευσεν Αγγαιος καὶ Ζαχαριας ὁ τοῦ Εδδι οἱ προφῆται ἐπὶ τοὺς Ιουδαίους τοὺς ἐν τῇ Ιουδαίᾳ καὶ Ιερουσαλημ ἐπὶ τῷ ὀνόματι κυρίου θεοῦ Ισραηλ ἐπ' αὐτούς. |
|
| 2 | Then Zerubbabel the son of Shealtiel and Jeshua the son of Jozadak arose and began to build the house of the Lord which is in Jerusalem, with the help of the prophets of the Lord who were with them. | | τότε στὰς Ζοροβαβελ ὁ τοῦ Σαλαθιηλ καὶ Ἰησοῦς ὁ τοῦ Ιωσεδεκ ἤρξαντο οἰκοδομεῖν τὸν οἶκον τοῦ κυρίου τὸν ἐν Ιερουσαλημ συνόντων τῶν προφητῶν τοῦ κυρίου βοηθούντων αὐτοῖς. |
|
| 3 | At the same time Sisinnes the governor of Syria and Phoenicia and Sathrabuzanes and their associates came to them and said, | | ἐν αὐτῷ τῷ χρόνῳ παρῆν πρὸς αὐτοὺς Σισίννης ὁ ἔπαρχος Συρίας καὶ Φοινίκης καὶ Σαθραβουζάνης καὶ οἱ συνέταιροι καὶ εἶπαν αὐτοῖς |
|
| 4 | "By whose order are you building this house and this roof and finishing all the other things? And who are the builders that are finishing these things?" | | Τίνος ὑμῖν συντάξαντος τὸν οἶκον τοῦτον οἰκοδομεῖτε καὶ τὴν στέγην ταύτην καὶ τἄλλα πάντα ἐπιτελεῖτε; καὶ τίνες εἰσὶν οἱ οἰκοδόμοι οἱ ταῦτα ἐπιτελοῦντες; |
|
| 5 | Yet the elders of the Jews were dealt with kindly, for the providence of the Lord was over the captives; | | καὶ ἔσχοσαν χάριν ἐπισκοπῆς γενομένης ἐπὶ τὴν αἰχμαλωσίαν παρὰ τοῦ κυρίου οἱ πρεσβύτεροι τῶν Ιουδαίων |
|
| 6 | and they were not prevented from building until word could be sent to Darius concerning them and a report made. | | καὶ οὐκ ἐκωλύθησαν τῆς οἰκοδομῆς μέχρι τοῦ ὑποσημανθῆναι Δαρείῳ περὶ αὐτῶν καὶ προσφωνηθῆναι. |
|
| 7 | A copy of the letter which Sisinnes the governor of Syria and Phoenicia, and Sathrabuzanes, and their associates the local rulers in Syria and Phoenicia, wrote and sent to Darius: | | Ἀντίγραφον ἐπιστολῆς, ἧς ἔγραψεν Δαρείῳ καὶ ἀπέστειλεν Σισίννης ὁ ἔπαρχος Συρίας καὶ Φοινίκης καὶ Σαθραβουζάνης καὶ οἱ συνέταιροι οἱ ἐν Συρίᾳ καὶ Φοινίκῃ ἡγεμόνες |
|
| 8 | "To King Darius, greeting. Let it be fully known to our lord the king that, when we went to the country of Judea and entered the city of Jerusalem, we found the elders of the Jews, who had been in captivity, | | Βασιλεῖ Δαρείῳ χαίρειν. πάντα γνωστὰ ἔστω τῷ κυρίῳ ἡμῶν τῷ βασιλεῖ, ὅτι παραγενόμενοι εἰς τὴν χώραν τῆς Ιουδαίας καὶ ἐλθόντες εἰς Ιερουσαλημ τὴν πόλιν κατελάβομεν τῆς αἰχμαλωσίας τοὺς πρεσβυτέρους τῶν Ιουδαίων ἐν Ιερουσαλημ τῇ πόλει οἰκοδομοῦντας οἶκον τῷ κυρίῳ μέγαν καινὸν |
|
| 9 | building in the city of Jerusalem a great new house for the Lord, of hewn stone, with costly timber laid in the walls. | | διὰ λίθων ξυστῶν πολυτελῶν ξύλων τιθεμένων ἐν τοῖς τοίχοις |
|
| 10 | These operations are going on rapidly, and the work is prospering in their hands and being completed with all splendor and care. | | καὶ τὰ ἔργα ἐκεῖνα ἐπὶ σπουδῆς γιγνόμενα καὶ εὐοδούμενον τὸ ἔργον ἐν ταῖς χερσὶν αὐτῶν καὶ ἐν πάσῃ δόξῃ καὶ ἐπιμελείᾳ συντελούμενα. |
|
| 11 | Then we asked these elders, `At whose command are you building this house and laying the foundations of this structure?' | | τότε ἐπυνθανόμεθα τῶν πρεσβυτέρων τούτων λέγοντες Τίνος ὑμῖν προστάξαντος οἰκοδομεῖτε τὸν οἶκον τοῦτον καὶ τὰ ἔργα ταῦτα θεμελιοῦτε; |
|
| 12 | And in order that we might inform you in writing who the leaders are, we questioned them and asked them for a list of the names of those who are at their head. | | ἐπηρωτήσαμεν οὖν αὐτοὺς εἵνεκεν τοῦ γνωρίσαι σοι καὶ γράψαι σοι τοὺς ἀνθρώπους τοὺς ἀφηγουμένους καὶ τὴν ὀνοματογραφίαν ᾐτοῦμεν αὐτοὺς τῶν προκαθηγουμένων. |
|
| 13 | They answered us, `We are the servants of the Lord who created the heaven and the earth. | | οἱ δὲ ἀπεκρίθησαν ἡμῖν λέγοντες Ἡμεῖς ἐσμεν παῖδες τοῦ κυρίου τοῦ κτίσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. |
|
| 14 | And the house was built many years ago by a king of Israel who was great and strong, and it was finished. | | καὶ ᾠκοδόμητο ὁ οἶκος ἔμπροσθεν ἐτῶν πλειόνων διὰ βασιλέως τοῦ Ισραηλ μεγάλου καὶ ἰσχυροῦ καὶ ἐπετελέσθη. |
|
| 15 | But when our fathers sinned against the Lord of Israel who is in heaven, and provoked him, he gave them over into the hands of Nebuchadnezzar king of Babylon, king of the Chaldeans; | | καὶ ἐπεὶ οἱ πατέρες ἡμῶν παραπικράναντες ἥμαρτον εἰς τὸν κύριον τοῦ Ισραηλ τὸν οὐράνιον, παρέδωκεν αὐτοὺς εἰς χεῖρας Ναβουχοδονοσορ βασιλέως Βαβυλῶνος βασιλέως τῶν Χαλδαίων· |
|
| 16 | and they pulled down the house, and burned it, and carried the people away captive to Babylon. | | τόν τε οἶκον καθελόντες ἐνεπύρισαν καὶ τὸν λαὸν ᾐχμαλώτευσαν εἰς Βαβυλῶνα. |
|
| 17 | But in the first year that Cyrus reigned over the country of Babylonia, King Cyrus wrote that this house should be rebuilt. | | ἐν δὲ τῷ πρώτῳ ἔτει βασιλεύοντος Κύρου χώρας Βαβυλωνίας ἔγραψεν ὁ βασιλεὺς Κῦρος οἰκοδομῆσαι τὸν οἶκον τοῦτον· |
|
| 18 | And the holy vessels of gold and of silver, which Nebuchadnezzar had taken out of the house in Jerusalem and stored in his own temple, these Cyrus the king took out again from the temple in Babylon, and they were delivered to Zerubbabel and Sheshbazzar the governor | | καὶ τὰ ἱερὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ, ἃ ἐξήνεγκεν Ναβουχοδονοσορ ἐκ τοῦ οἴκου τοῦ ἐν Ιερουσαλημ καὶ ἀπηρείσατο αὐτὰ ἐν τῷ ἑαυτοῦ ναῷ, πάλιν ἐξήνεγκεν αὐτὰ Κῦρος ὁ βασιλεὺς ἐκ τοῦ ναοῦ τοῦ ἐν Βαβυλῶνι, καὶ παρεδόθη Ζοροβαβελ καὶ Σαναβασσάρῳ τῷ ἐπάρχῳ, |
|
| 19 | with the command that he should take all these vessels back and put them in the temple at Jerusalem, and that this temple of the Lord should be rebuilt on its site. | | καὶ ἐπετάγη αὐτῷ ἀπενέγκαντι πάντα τὰ σκεύη ταῦτα ἀποθεῖναι ἐν τῷ ναῷ τῷ ἐν Ιερουσαλημ καὶ τὸν ναὸν τοῦ κυρίου τοῦτον οἰκοδομηθῆναι ἐπὶ τοῦ τόπου. |
|
| 20 | Then this Sheshbazzar, after coming here, laid the foundations of the house of the Lord which is in Jerusalem, and although it has been in process of construction from that time until now, it has not yet reached completion.' | | τότε ὁ Σαναβάσσαρος ἐκεῖνος παραγενόμενος ἐνεβάλετο τοὺς θεμελίους τοῦ οἴκου κυρίου τοῦ ἐν Ιερουσαλημ, καὶ ἀπ' ἐκείνου μέχρι τοῦ νῦν οἰκοδομούμενος οὐκ ἔλαβεν συντέλειαν. |
|
| 21 | Now therefore, if it seems wise, O king, let search be made in the royal archives of our lord the king that are in Babylon; | | νῦν οὖν, εἰ κρίνεται, βασιλεῦ, ἐπισκεπήτω ἐν τοῖς βασιλικοῖς βιβλιοφυλακίοις τοῦ κυρίου βασιλέως τοῖς ἐν Βαβυλῶνι· |
|
| 22 | and if it is found that the building of the house of the Lord in Jerusalem was done with the consent of King Cyrus, and if it is approved by our lord the king, let him send us directions concerning these things." | | καὶ ἐὰν εὑρίσκηται μετὰ τῆς γνώμης Κύρου τοῦ βασιλέως γενομένην τὴν οἰκοδομὴν τοῦ οἴκου κυρίου τοῦ ἐν Ιερουσαλημ καὶ κρίνηται τῷ κυρίῳ βασιλεῖ ἡμῶν, προσφωνησάτω ἡμῖν περὶ τούτων. |