katapi New Study Bible - select-/ 2 /-versions

katapi HOME DB1 | Response. 1Esd.4.42-63 | RSV Contents | notes

4 Revised Standard Version Passage Old Testament in Greek (Septuagint)

42Then the king said to him, "Ask what you wish, even beyond what is written, and we will give it to you, for you have been found to be the wisest. And you shall sit next to me, and be called my kinsman."Response. 1Esd.4.42-63Τότε ὁ βασιλεὺς εἶπεν αὐτῷ Αἴτησαι ὃ θέλεις πλείω τῶν γεγραμμένων, καὶ δώσομέν σοι, ὃν τρόπον εὑρέθης σοφώτερος· καὶ ἐχόμενός μου καθήσῃ καὶ συγγενής μου κληθήσῃ.
43Then he said to the king, "Remember the vow which you made to build Jerusalem, in the day when you became king, τότε εἶπεν τῷ βασιλεῖ Μνήσθητι τὴν εὐχήν, ἣν ηὔξω οἰκοδομῆσαι τὴν Ιερουσαλημ ἐν τῇ ἡμέρᾳ, ᾗ τὸ βασίλειόν σου παρέλαβες,
44and to send back all the vessels that were taken from Jerusalem, which Cyrus set apart when he began to destroy Babylon, and vowed to send them back there. καὶ πάντα τὰ σκεύη τὰ λημφθέντα ἐξ Ιερουσαλημ ἐκπέμψαι, ἃ ἐξεχώρισεν Κῦρος, ὅτε ηὔξατο ἐκκόψαι Βαβυλῶνα, καὶ ηὔξατο ἐξαποστεῖλαι ἐκεῖ.
45You also vowed to build the temple, which the Edomites burned when Judea was laid waste by the Chaldeans. καὶ σὺ εὔξω οἰκοδομῆσαι τὸν ναόν, ὃν ἐνεπύρισαν οἱ Ιδουμαῖοι, ὅτε ἠρημώθη ἡ Ιουδαία ὑπὸ τῶν Χαλδαίων.
46And now, O lord the king, this is what I ask and request of you, and this befits your greatness. I pray therefore that you fulfil the vow whose fulfilment you vowed to the King of heaven with your own lips." καὶ νῦν τοῦτό ἐστιν, ὅ σε ἀξιῶ, κύριε βασιλεῦ, καὶ ὃ αἰτοῦμαί σε, καὶ αὕτη ἐστὶν ἡ μεγαλωσύνη ἡ παρὰ σοῦ· δέομαι οὖν ἵνα ποιήσῃς τὴν εὐχήν, ἣν ηὔξω τῷ βασιλεῖ τοῦ οὐρανοῦ ποιῆσαι ἐκ στόματός σου. -
47Then Darius the king rose, and kissed him, and wrote letters for him to all the treasurers and governors and generals and satraps, that they should give escort to him and all who were going up with him to build Jerusalem. τότε ἀναστὰς Δαρεῖος ὁ βασιλεὺς κατεφίλησεν αὐτὸν καὶ ἔγραψεν αὐτῷ τὰς ἐπιστολὰς πρὸς πάντας τοὺς οἰκονόμους καὶ τοπάρχας καὶ στρατηγοὺς καὶ σατράπας, ἵνα προπέμψωσιν αὐτὸν καὶ τοὺς μετ' αὐτοῦ πάντας ἀναβαίνοντας οἰκοδομῆσαι τὴν Ιερουσαλημ.
48And he wrote letters to all the governors in Coelesyria and Phoenicia and to those in Lebanon, to bring cedar timber from Lebanon to Jerusalem, and to help him build the city. καὶ πᾶσι τοῖς τοπάρχαις ἐν Κοίλῃ Συρίᾳ καὶ Φοινίκῃ καὶ τοῖς ἐν τῷ Λιβάνῳ ἔγραψεν ἐπιστολὰς μεταφέρειν ξύλα κέδρινα ἀπὸ τοῦ Λιβάνου εἰς Ιερουσαλημ καὶ ὅπως οἰκοδομήσωσιν μετ' αὐτοῦ τὴν πόλιν.
49And he wrote for all the Jews who were going up from his kingdom to Judea, in the interest of their freedom, that no officer or satrap or governor or treasurer should forcibly enter their doors; καὶ ἔγραψεν πᾶσι τοῖς Ιουδαίοις τοῖς ἀναβαίνουσιν ἀπὸ τῆς βασιλείας εἰς τὴν Ιουδαίαν ὑπὲρ τῆς ἐλευθερίας, πάντα δυνατὸν καὶ σατράπην καὶ τοπάρχην καὶ οἰκονόμον μὴ ἐπελεύσεσθαι ἐπὶ τὰς θύρας αὐτῶν,
50that all the country which they would occupy should be theirs without tribute; that the Idumeans should give up the villages of the Jews which they held; καὶ πᾶσαν τὴν χώραν, ἣν κρατήσουσιν, ἀφορολόγητον αὐτοῖς ὑπάρχειν, καὶ ἵνα οἱ Ιδουμαῖοι ἀφιῶσι τὰς κώμας ἃς διακρατοῦσιν τῶν Ιουδαίων,
51that twenty talents a year should be given for the building of the temple until it was completed, καὶ εἰς τὴν οἰκοδομὴν τοῦ ἱεροῦ δοθῆναι κατ' ἐνιαυτὸν τάλαντα εἴκοσι μέχρι τοῦ οἰκοδομηθῆναι,
52and an additional ten talents a year for burnt offerings to be offered on the altar every day, in accordance with the commandment to make seventeen offerings; καὶ ἐπὶ τὸ θυσιαστήριον ὁλοκαυτώματα καρποῦσθαι καθ' ἡμέραν, καθὰ ἔχουσιν ἐντολὴν ἑπτακαίδεκα προσφέρειν, ἄλλα τάλαντα δέκα κατ' ἐνιαυτόν,
53and that all who came from Babylonia to build the city should have their freedom, they and their children and all the priests who came. καὶ πᾶσιν τοῖς προσβαίνουσιν ἀπὸ τῆς Βαβυλωνίας κτίσαι τὴν πόλιν ὑπάρχειν τὴν ἐλευθερίαν, αὐτοῖς τε καὶ τοῖς τέκνοις αὐτῶν καὶ πᾶσι τοῖς ἱερεῦσι τοῖς προσβαίνουσιν.
54He wrote also concerning their support and the priests' garments in which they were to minister. ἔγραψεν δὲ καὶ τὴν χορηγίαν καὶ τὴν ἱερατικὴν στολήν, ἐν τίνι λατρεύουσιν ἐν αὐτῇ.
55He wrote that the support for the Levites should be provided until the day when the temple should be finished and Jerusalem built. καὶ τοῖς Λευίταις ἔγραψεν δοῦναι τὴν χορηγίαν ἕως ἧς ἡμέρας ἐπιτελεσθῇ ὁ οἶκος καὶ Ιερουσαλημ οἰκοδομηθῆναι,
56He wrote that land and wages should be provided for all who guarded the city. καὶ πᾶσι τοῖς φρουροῦσι τὴν πόλιν, ἔγραψε δοῦναι αὐτοῖς κλήρους καὶ ὀψώνια.
57And he sent back from Babylon all the vessels which Cyrus had set apart; everything that Cyrus had ordered to be done, he also commanded to be done and to be sent to Jerusalem. καὶ ἐξαπέστειλεν πάντα τὰ σκεύη, ἃ ἐξεχώρισεν Κῦρος ἀπὸ Βαβυλῶνος· καὶ πάντα, ὅσα εἶπεν Κῦρος ποιῆσαι, καὶ αὐτὸς ἐπέταξεν ποιῆσαι καὶ ἐξαποστεῖλαι εἰς Ιερουσαλημ.
58When the young man went out, he lifted up his face to heaven toward Jerusalem, and praised the King of heaven, saying, Καὶ ὅτε ἐξῆλθεν ὁ νεανίσκος, ἄρας τὸ πρόσωπον εἰς τὸν οὐρανὸν ἐναντίον Ιερουσαλημ εὐλόγησεν τῷ βασιλεῖ τοῦ οὐρανοῦ λέγων
59"From thee is the victory; from thee is wisdom, and thine is the glory. I am thy servant. Παρὰ σοῦ ἡ νίκη, καὶ παρὰ σοῦ ἡ σοφία, καὶ σὴ ἡ δόξα, καὶ ἐγὼ σὸς οἰκέτης.
60Blessed art thou, who hast given me wisdom; I give thee thanks, O Lord of our fathers." εὐλογητὸς εἶ, ὃς ἔδωκάς μοι σοφίαν· καὶ σοὶ ὁμολογῶ, δέσποτα τῶν πατέρων.
61So he took the letters, and went to Babylon and told this to all his brethren. καὶ ἔλαβεν τὰς ἐπιστολὰς καὶ ἐξῆλθεν εἰς Βαβυλῶνα καὶ ἀπήγγειλεν τοῖς ἀδελφοῖς αὐτοῦ πᾶσιν.
62And they praised the God of their fathers, because he had given them release and permission καὶ εὐλόγησαν τὸν θεὸν τῶν πατέρων αὐτῶν, ὅτι ἔδωκεν αὐτοῖς ἄνεσιν καὶ ἄφεσιν
63to go up and build Jerusalem and the temple which is called by his name; and they feasted, with music and rejoicing, for seven days. ἀναβῆναι καὶ οἰκοδομῆσαι Ιερουσαλημ καὶ τὸ ἱερόν, οὗ ὠνομάσθη τὸ ὄνομα αὐτοῦ ἐπ' αὐτῷ, καὶ ἐκωθωνίζοντο μετὰ μουσικῶν καὶ χαρᾶς ἡμέρας ἑπτά.