katapi New Study Bible - select-/ 2 /-versions

katapi HOME DB1 | The end of Josiah's reign. 1Esd.1.23-33 | RSV Contents | notes

1 Revised Standard Version Passage Old Testament in Greek (Septuagint)

23And the deeds of Josiah were upright in the sight of the Lord, for his heart was full of godliness.The end of Josiah's reign. 1Esd.1.23-33 | 2Kgs.23.28-30 | 2Chr.35.20-27καὶ ὠρθώθη τὰ ἔργα Ιωσιου ἐνώπιον τοῦ κυρίου αὐτοῦ ἐν καρδίᾳ πλήρει εὐσεβείας.
24The events of his reign have been recorded in the past, concerning those who sinned and acted wickedly toward the Lord beyond any other people or kingdom, and how they grieved the Lord deeply, so that the words of the Lord rose up against Israel. καὶ τὰ κατ' αὐτὸν δὲ ἀναγέγραπται ἐν τοῖς ἔμπροσθεν χρόνοις, περὶ τῶν ἡμαρτηκότων καὶ ἠσεβηκότων εἰς τὸν κύριον παρὰ πᾶν ἔθνος καὶ βασιλείαν, καὶ ἃ ἐλύπησαν αὐτὸν ἐν αἰσθήσει, καὶ οἱ λόγοι τοῦ κυρίου ἀνέστησαν ἐπὶ Ισραηλ.
25After all these acts of Josiah, it happened that Pharaoh, king of Egypt, went to make war at Carchemish on the Euphrates, and Josiah went out against him. Καὶ μετὰ πᾶσαν τὴν πρᾶξιν ταύτην Ιωσιου συνέβη Φαραω βασιλέα Αἰγύπτου ἐλθόντα πόλεμον ἐγεῖραι ἐν Χαρκαμυς ἐπὶ τοῦ Εὐφράτου, καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτῷ Ιωσιας.
26And the king of Egypt sent word to him saying, "What have we to do with each other, king of Judea? καὶ διεπέμψατο βασιλεὺς Αἰγύπτου πρὸς αὐτὸν λέγων Τί ἐμοὶ καὶ σοί ἐστιν, βασιλεῦ τῆς Ιουδαίας;
27I was not sent against you by the Lord God, for my war is at the Euphrates. And now the Lord is with me! The Lord is with me, urging me on! Stand aside, and do not oppose the Lord." οὐχὶ πρὸς σὲ ἐξαπέσταλμαι ὑπὸ κυρίου τοῦ θεοῦ, ἐπὶ γὰρ τοῦ Εὐφράτου ὁ πόλεμός μού ἐστιν. καὶ νῦν κύριος μετ' ἐμοῦ ἐστιν, καὶ κύριος μετ' ἐμοῦ ἐπισπεύδων ἐστίν· ἀπόστηθι καὶ μὴ ἐναντιοῦ τῷ κυρίῳ.
28But Josiah did not turn back to his chariot, but tried to fight with him, and did not heed the words of Jeremiah the prophet from the mouth of the Lord. καὶ οὐκ ἀπέστρεψεν ἑαυτὸν Ιωσιας ἐπὶ τὸ ἅρμα αὐτοῦ, ἀλλὰ πολεμεῖν αὐτὸν ἐπιχειρεῖ οὐ προσέχων ῥήμασιν Ιερεμιου προφήτου ἐκ στόματος κυρίου·
29He joined battle with him in the plain of Megiddo, and the commanders came down against King Josiah. ἀλλὰ συνεστήσατο πρὸς αὐτὸν πόλεμον ἐν τῷ πεδίῳ Μαγεδδαους, καὶ κατέβησαν οἱ ἄρχοντες πρὸς τὸν βασιλέα Ιωσιαν.
30And the king said to his servants, "Take me away from the battle, for I am very weak." And immediately his servants took him out of the line of battle. καὶ εἶπεν ὁ βασιλεὺς τοῖς παισὶν αὐτοῦ Ἀποστήσατέ με ἀπὸ τῆς μάχης, ἠσθένησα γὰρ λίαν. καὶ εὐθέως ἀπέστησαν αὐτὸν οἱ παῖδες αὐτοῦ ἀπὸ τῆς παρατάξεως,
31And he got into his second chariot; and after he was brought back to Jerusalem he died, and was buried in the tomb of his fathers. καὶ ἀνέβη ἐπὶ τὸ ἅρμα τὸ δευτέριον αὐτοῦ· καὶ ἀποκατασταθεὶς εἰς Ιερουσαλημ μετήλλαξεν τὸν βίον αὐτοῦ καὶ ἐτάφη ἐν τῷ πατρικῷ τάφῳ.
32And in all Judea they mourned for Josiah. Jeremiah the prophet lamented for Josiah, and the principal men, with the women, have made lamentation for him to this day; it was ordained that this should always be done throughout the whole nation of Israel. καὶ ἐν ὅλῃ τῇ Ιουδαίᾳ ἐπένθησαν τὸν Ιωσιαν, καὶ ἐθρήνησεν Ιερεμιας ὁ προφήτης ὑπὲρ Ιωσιου, καὶ οἱ προκαθήμενοι σὺν γυναιξὶν ἐθρηνοῦσαν αὐτὸν ἕως τῆς ἡμέρας ταύτης, καὶ ἐξεδόθη τοῦτο γίνεσθαι αἰεὶ εἰς ἅπαν τὸ γένος Ισραηλ.
33These things are written in the book of the histories of the kings of Judea; and every one of the acts of Josiah, and his splendor, and his understanding of the law of the Lord, and the things that he had done before and these that are now told, are recorded in the book of the kings of Israel and Judah. ταῦτα δὲ ἀναγέγραπται ἐν τῇ βύβλῳ τῶν ἱστορουμένων περὶ τῶν βασιλέων τῆς Ιουδαίας· καὶ τὸ καθ' ἓν πραχθὲν τῆς πράξεως Ιωσιου καὶ τῆς δόξης αὐτοῦ καὶ τῆς συνέσεως αὐτοῦ ἐν τῷ νόμῳ κυρίου, τά τε προπραχθέντα ὑπ' αὐτοῦ καὶ τὰ νῦν, ἱστόρηται ἐν τῷ βυβλίῳ τῶν βασιλέων Ισραηλ καὶ Ιουδα.