|
15 |
katapi NEW STUDY BIBLE |
Passage |
Old Testament in Greek (Septuagint) |
|
|
20 | When all were now looking forward to the coming decision, and the enemy was already close at hand with their army drawn up for battle, the elephants strategically stationed and the cavalry deployed on the flanks, | Defeat & death of Nicanor. 2Mace.15.20-36 | καὶ πάντων ἤδη προσδοκώντων τὴν ἐσομένην κρίσιν καὶ ἤδη προσμειξάντων τῶν πολεμίων καὶ τῆς στρατιᾶς ἐκταγείσης καὶ τῶν θηρίων ἐπὶ μέρος εὔκαιρον ἀποκατασταθέντων τῆς τε ἵππου κατὰ κέρας τεταγμένης |
|
21 | Maccabeus, perceiving the hosts that were before him and the varied supply of arms and the savagery of the elephants, stretched out his hands toward heaven and called upon the Lord who works wonders; for he knew that it is not by arms, but as the Lord decides, that he gains the victory for those who deserve it. | | συνιδὼν ὁ Μακκαβαῖος τὴν τῶν πληθῶν παρουσίαν καὶ τῶν ὅπλων τὴν ποικίλην παρασκευὴν τήν τε τῶν θηρίων ἀγριότητα ἀνατείνας τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐπεκαλέσατο τὸν τερατοποιὸν κύριον γινώσκων ὅτι οὐκ ἔστιν δι' ὅπλων, καθὼς δὲ ἐὰν αὐτῷ κριθῇ, τοῖς ἀξίοις περιποιεῖται τὴν νίκην. |
|
22 | And he called upon him in these words: " O Lord, You sent your angel in the time of Hezekiah king of Judea, and he slew fully a hundred and eighty-five thousand in the camp of Sennacherib. | | ἔλεγεν δὲ ἐπικαλούμενος τόνδε τὸν τρόπον Σύ, δέσποτα, ἀπέστειλας τὸν ἄγγελόν σου ἐπὶ Εζεκιου τοῦ βασιλέως τῆς Ιουδαίας, καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς Σενναχηριμ εἰς ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας· |
|
23 | So now, O Sovereign of the heavens, send a good angel to carry terror and trembling before us. | | καὶ νῦν, δυνάστα τῶν οὐρανῶν, ἀπόστειλον ἄγγελον ἀγαθὸν ἔμπροσθεν ἡμῶν εἰς δέος καὶ τρόμον· |
|
24 | By the might of your arm may these blasphemers who come against your holy people be struck down." With these words he ended his prayer. | | μεγέθει βραχίονός σου καταπλαγείησαν οἱ μετὰ βλασφημίας παραγινόμενοι ἐπὶ τὸν ἅγιόν σου λαόν. καὶ οὗτος μὲν ἐν τούτοις ἔληξεν. |
|
25 | Nicanor and his men advanced with trumpets and battle songs; | | Οἱ δὲ περὶ τὸν Νικάνορα μετὰ σαλπίγγων καὶ παιάνων προσῆγον. |
|
26 | and Judas and his men met the enemy in battle with invocation to God and prayers. | | οἱ δὲ περὶ τὸν Ιουδαν μετὰ ἐπικλήσεως καὶ εὐχῶν συνέμειξαν τοῖς πολεμίοις. |
|
27 | So, fighting with their hands and praying to God in their hearts, they laid low no less than thirty-five thousand men, and were greatly gladdened by God's manifestation. | | καὶ ταῖς μὲν χερσὶν ἀγωνιζόμενοι, ταῖς δὲ καρδίαις πρὸς τὸν θεὸν εὐχόμενοι κατέστρωσαν οὐδὲν ἧττον μυριάδων τριῶν καὶ πεντακισχιλίων τῇ τοῦ θεοῦ μεγάλως εὐφρανθέντες ἐπιφανείᾳ. |
|
28 | When the action was over and they were returning with joy, they recognized Nicanor, lying dead, in full armor. | | γενόμενοι δὲ ἀπὸ τῆς χρείας καὶ μετὰ χαρᾶς ἀναλύοντες ἐπέγνωσαν προπεπτωκότα Νικάνορα σὺν τῇ πανοπλίᾳ. |
|
29 | Then there was shouting and tumult, and they blessed the Sovereign Lord in the language of their fathers. | | γενομένης δὲ κραυγῆς καὶ ταραχῆς εὐλόγουν τὸν δυνάστην τῇ πατρίῳ φωνῇ. |
|
30 | And the man who was ever in body and soul the defender of his fellow citizens, the man who maintained his youthful good will toward his countrymen, ordered them to cut off Nicanor's head and arm and carry them to Jerusalem. | | καὶ προσέταξεν ὁ καθ' ἅπαν σώματι καὶ ψυχῇ πρωταγωνιστὴς ὑπὲρ τῶν πολιτῶν ὁ τὴν τῆς ἡλικίας εὔνοιαν εἰς ὁμοεθνεῖς διαφυλάξας τὴν τοῦ Νικάνορος κεφαλὴν ἀποτεμόντας καὶ τὴν χεῖρα σὺν τῷ ὤμῳ φέρειν εἰς Ιεροσόλυμα. |
|
31 | And when he arrived there and had called his countrymen together and stationed the priests before the altar, he sent for those who were in the citadel. | | παραγενόμενος δὲ ἐκεῖ καὶ συγκαλέσας τοὺς ὁμοεθνεῖς καὶ τοὺς ἱερεῖς πρὸ τοῦ θυσιαστηρίου στήσας μετεπέμψατο τοὺς ἐκ τῆς ἄκρας. |
|
32 | He showed them the vile Nicanor's head and that profane man's arm, which had been boastfully stretched out against the holy house of the Almighty; | | καὶ ἐπιδειξάμενος τὴν τοῦ μιαροῦ Νικάνορος κεφαλὴν καὶ τὴν χεῖρα τοῦ δυσφήμου, ἣν ἐκτείνας ἐπὶ τὸν ἅγιον τοῦ παντοκράτορος οἶκον ἐμεγαλαύχησεν, |
|
33 | and he cut out the tongue of the ungodly Nicanor and said that he would give it piecemeal to the birds and hang up these rewards of his folly opposite the sanctuary. | | καὶ τὴν γλῶσσαν τοῦ δυσσεβοῦς Νικάνορος ἐκτεμὼν ἔφη κατὰ μέρος δώσειν τοῖς ὀρνέοις, τὰ δ' ἐπίχειρα τῆς ἀνοίας κατέναντι τοῦ ναοῦ κρεμάσαι. |
|
34 | And they all, looking to heaven, blessed the Lord who had manifested himself, saying, "Blessed is he who has kept his own place undefiled." | | οἱ δὲ πάντες εἰς τὸν οὐρανὸν εὐλόγησαν τὸν ἐπιφανῆ κύριον λέγοντες Εὐλογητὸς ὁ διατηρήσας τὸν ἑαυτοῦ τόπον ἀμίαντον. |
|
35 | And he hung Nicanor's head from the citadel, a clear and conspicuous sign to every one of the help of the Lord. | | ἐξέδησεν δὲ τὴν τοῦ Νικάνορος προτομὴν ἐκ τῆς ἄκρας ἐπίδηλον πᾶσιν καὶ φανερὸν τῆς τοῦ κυρίου βοηθείας σημεῖον. |
|
36 | And they all decreed by public vote never to let this day go unobserved, but to celebrate the thirteenth day of the twelfth month - which is called Adar in the Syrian language - the day before Mordecai's day. | | ἐδογμάτισαν δὲ πάντες μετὰ κοινοῦ ψηφίσματος μηδαμῶς ἐᾶσαι ἀπαρασήμαντον τήνδε τὴν ἡμέραν, ἔχειν δὲ ἐπίσημον τὴν τρισκαιδεκάτην τοῦ δωδεκάτου μηνὸς - Αδαρ λέγεται τῇ Συριακῇ φωνῇ - πρὸ μιᾶς ἡμέρας τῆς Μαρδοχαικῆς ἡμέρας. |