|
15 |
katapi NEW STUDY BIBLE |
Passage |
Old Testament in Greek (Septuagint) |
|
|
6 | This Nicanor in his utter boastfulness and arrogance had determined to erect a public monument of victory over Judas and his men. | Judas prepares for battle. 2Mace.15.6-19 | Καὶ ὁ μὲν Νικάνωρ μετὰ πάσης ἀλαζονείας ὑψαυχενῶν διεγνώκει κοινὸν τῶν περὶ τὸν Ιουδαν συστήσασθαι τρόπαιον. |
|
7 | But Maccabeus did not cease to trust with all confidence that he would get help from the Lord. | | ὁ δὲ Μακκαβαῖος ἦν ἀδιαλείπτως πεποιθὼς μετὰ πάσης ἐλπίδος ἀντιλήμψεως τεύξασθαι παρὰ τοῦ κυρίου |
|
8 | And he exhorted his men not to fear the attack of the Gentiles, but to keep in mind the former times when help had come to them from heaven, and now to look for the victory which the Almighty would give them. | | καὶ παρεκάλει τοὺς σὺν αὐτῷ μὴ δειλιᾶν τὴν τῶν ἐθνῶν ἔφοδον ἔχοντας δὲ κατὰ νοῦν τὰ προγεγονότα αὐτοῖς ἀπ' οὐρανοῦ βοηθήματα καὶ τὰ νῦν προσδοκᾶν τὴν παρὰ τοῦ παντοκράτορος ἐσομένην αὐτοῖς νίκην. |
|
9 | Encouraging them from the law and the prophets, and reminding them also of the struggles they had won, he made them the more eager. | | καὶ παραμυθούμενος αὐτοὺς ἐκ τοῦ νόμου καὶ τῶν προφητῶν, προσυπομνήσας δὲ αὐτοὺς καὶ τοὺς ἀγῶνας, οὓς ἦσαν ἐκτετελεκότες, προθυμοτέρους αὐτοὺς κατέστησεν. |
|
10 | And when he had aroused their courage, he gave his orders, at the same time pointing out the perfidy of the Gentiles and their violation of oaths. | | καὶ τοῖς θυμοῖς διεγείρας αὐτοὺς παρήγγειλεν ἅμα παρεπιδεικνὺς τὴν τῶν ἐθνῶν ἀθεσίαν καὶ τὴν τῶν ὅρκων παράβασιν. |
|
11 | He armed each of them not so much with confidence in shields and spears as with the inspiration of brave words, and he cheered them all by relating a dream, a sort of vision, which was worthy of belief. | | ἕκαστον δὲ αὐτῶν καθοπλίσας οὐ τὴν ἀσπίδων καὶ λογχῶν ἀσφάλειαν, ὡς τὴν ἐν τοῖς ἀγαθοῖς λόγοις παράκλησιν καὶ προσεξηγησάμενος ὄνειρον ἀξιόπιστον ὕπαρ τι πάντας ηὔφρανεν. |
|
12 | What he saw was this: Onias, who had been high priest, a noble and good man, of modest bearing and gentle manner, one who spoke fittingly and had been trained from childhood in all that belongs to excellence, was praying with outstretched hands for the whole body of the Jews. | | ἦν δὲ ἡ τούτου θεωρία τοιάδε· Ονιαν τὸν γενόμενον ἀρχιερέα, ἄνδρα καλὸν καὶ ἀγαθόν, αἰδήμονα μὲν τὴν ἀπάντησιν, πρᾶον δὲ τὸν τρόπον καὶ λαλιὰν προιέμενον πρεπόντως καὶ ἐκ παιδὸς ἐκμεμελετηκότα πάντα τὰ τῆς ἀρετῆς οἰκεῖα, τοῦτον τὰς χεῖρας προτείναντα κατεύχεσθαι τῷ παντὶ τῶν Ιουδαίων συστήματι. |
|
13 | Then likewise a man appeared, distinguished by his gray hair and dignity, and of marvelous majesty and authority. | | εἶθ οὕτως ἐπιφανῆναι ἄνδρα πολιᾷ καὶ δόξῃ διαφέροντα, θαυμαστὴν δέ τινα καὶ μεγαλοπρεπεστάτην εἶναι τὴν περὶ αὐτὸν ὑπεροχήν. |
|
14 | And Onias spoke, saying, "This is a man who loves the brethren and prays much for the people and the holy city, Jeremiah, the prophet of God." | | ἀποκριθέντα δὲ τὸν Ονιαν εἰπεῖν Ὁ φιλάδελφος οὗτός ἐστιν ὁ πολλὰ προσευχόμενος περὶ τοῦ λαοῦ καὶ τῆς ἁγίας πόλεως Ιερεμιας ὁ τοῦ θεοῦ προφήτης. |
|
15 | Jeremiah stretched out his right hand and gave to Judas a golden sword, and as he gave it he addressed him thus: | | προτείναντα δὲ Ιερεμιαν τὴν δεξιὰν παραδοῦναι τῷ Ιουδα ῥομφαίαν χρυσῆν, διδόντα δὲ προσφωνῆσαι τάδε |
|
16 | "Take this holy sword, a gift from God, with which you will strike down your adversaries." | | Λαβὲ τὴν ἁγίαν ῥομφαίαν δῶρον παρὰ τοῦ θεοῦ, δι' ἧς θραύσεις τοὺς ὑπεναντίους. |
|
17 | Encouraged by the words of Judas, so noble and so effective in arousing valor and awaking manliness in the souls of the young, they determined not to carry on a campaign but to attack bravely, and to decide the matter, by fighting hand to hand with all courage, because the city and the sanctuary and the temple were in danger. | | Παρακληθέντες δὲ τοῖς Ιουδου λόγοις πάνυ καλοῖς καὶ δυναμένοις ἐπ' ἀρετὴν παρορμῆσαι καὶ ψυχὰς νέων ἐπανδρῶσαι διέγνωσαν μὴ στρατεύεσθαι, γενναίως δὲ ἐμφέρεσθαι καὶ μετὰ πάσης εὐανδρίας ἐμπλακέντες κρῖναι τὰ πράγματα διὰ τὸ καὶ τὴν πόλιν καὶ τὰ ἅγια καὶ τὸ ἱερὸν κινδυνεύειν· |
|
18 | Their concern for wives and children, and also for brethren and relatives, lay upon them less heavily; their greatest and first fear was for the consecrated sanctuary. | | ἦν γὰρ ὁ περὶ γυναικῶν καὶ τέκνων, ἔτι δὲ ἀδελφῶν καὶ συγγενῶν ἐν ἥττονι μέρει κείμενος αὐτοῖς, μέγιστος δὲ καὶ πρῶτος ὁ περὶ τοῦ καθηγιασμένου ναοῦ φόβος. |
|
19 | And those who had to remain in the city were in no little distress, being anxious over the encounter in the open country. | | ἦν δὲ καὶ τοῖς ἐν τῇ πόλει κατειλημμένοις οὐ πάρεργος ἀγωνία ταρασσομένοις τῆς ἐν ὑπαίθρῳ προσβολῆς. |