|
14 |
katapi NEW STUDY BIBLE |
Passage |
Old Testament in Greek (Septuagint) |
|
|
37 | A certain Razis, one of the elders of Jerusalem, was denounced to Nicanor as a man who loved his fellow citizens and was very well thought of and for his good will was called father of the Jews. | Death of Razis. 2Mace.14.37-46 | Ραζις δέ τις τῶν ἀπὸ Ιεροσολύμων πρεσβυτέρων ἐμηνύθη τῷ Νικάνορι ἀνὴρ φιλοπολίτης καὶ σφόδρα καλῶς ἀκούων καὶ κατὰ τὴν εὔνοιαν πατὴρ τῶν Ιουδαίων προσαγορευόμενος. |
|
38 | For in former times, when there was no mingling with the Gentiles, he had been accused of Judaism, and for Judaism he had with all zeal risked body and life. | | ἦν γὰρ ἐν τοῖς ἔμπροσθεν χρόνοις τῆς ἀμειξίας κρίσιν εἰσενηνεγμένος Ιουδαισμοῦ, καὶ σῶμα καὶ ψυχὴν ὑπὲρ τοῦ Ιουδαισμοῦ παραβεβλημένος μετὰ πάσης ἐκτενίας. |
|
39 | Nicanor, wishing to exhibit the enmity which he had for the Jews, sent more than five hundred soldiers to arrest him; | | βουλόμενος δὲ Νικάνωρ πρόδηλον ποιῆσαι ἣν εἶχεν πρὸς τοὺς Ιουδαίους δυσμένειαν, ἀπέστειλεν στρατιώτας ὑπὲρ τοὺς πεντακοσίους συλλαβεῖν αὐτόν· |
|
40 | for he thought that by arresting him he would do them an injury. | | ἔδοξεν γὰρ ἐκεῖνον συλλαβὼν τούτοις ἐνεργάσασθαι συμφοράν. |
|
41 | When the troops were about to capture the tower and were forcing the door of the courtyard, they ordered that fire be brought and the doors burned. Being surrounded, Razis fell upon his own sword, | | τῶν δὲ πληθῶν μελλόντων τὸν πύργον καταλαβέσθαι καὶ τὴν αὐλαίαν θύραν βιαζομένων καὶ κελευόντων πῦρ προσάγειν καὶ τὰς θύρας ὑφάπτειν, περικατάλημπτος γενόμενος ὑπέθηκεν ἑαυτῷ τὸ ξίφος |
|
42 | preferring to die nobly rather than to fall into the hands of sinners and suffer outrages unworthy of his noble birth. | | εὐγενῶς θέλων ἀποθανεῖν ἤπερ τοῖς ἀλιτηρίοις ὑποχείριος γενέσθαι καὶ τῆς ἰδίας εὐγενείας ἀναξίως ὑβρισθῆναι. |
|
43 | But in the heat of the struggle he did not hit exactly, and the crowd was now rushing in through the doors. He bravely ran up on the wall, and manfully threw himself down into the crowd. | | τῇ δὲ πληγῇ μὴ κατευθικτήσας διὰ τὴν τοῦ ἀγῶνος σπουδὴν καὶ τῶν ὄχλων ἔσω τῶν θυρωμάτων εἰσβαλλόντων ἀναδραμὼν γενναίως ἐπὶ τὸ τεῖχος κατεκρήμνισεν ἑαυτὸν ἀνδρωδῶς εἰς τοὺς ὄχλους. |
|
44 | But as they quickly drew back, a space opened and he fell in the middle of the empty space. | | τῶν δὲ ταχέως ἀναποδισάντων γενομένου διαστήματος ἦλθεν κατὰ μέσον τὸν κενεῶνα. |
|
45 | Still alive and aflame with anger, he rose, and though his blood gushed forth and his wounds were severe he ran through the crowd; and standing upon a steep rock, | | ἔτι δὲ ἔμπνους ὑπάρχων καὶ πεπυρωμένος τοῖς θυμοῖς ἐξαναστὰς φερομένων κρουνηδὸν τῶν αἱμάτων καὶ δυσχερῶν τῶν τραυμάτων ὄντων δρόμῳ τοὺς ὄχλους διελθὼν καὶ στὰς ἐπί τινος πέτρας ἀπορρῶγος |
|
46 | with his blood now completely drained from him, he tore out his entrails, took them with both hands and hurled them at the crowd, calling upon the Lord of life and spirit to give them back to him again. This was the manner of his death. | | παντελῶς ἔξαιμος ἤδη γινόμενος προβαλὼν τὰ ἔντερα καὶ λαβὼν ἑκατέραις ταῖς χερσὶν ἐνέσεισε τοῖς ὄχλοις καὶ ἐπικαλεσάμενος τὸν δεσπόζοντα τῆς ζωῆς καὶ τοῦ πνεύματος ταῦτα αὐτῷ πάλιν ἀποδοῦναι τόνδε τὸν τρόπον μετήλλαξεν. |