|
14 |
katapi NEW STUDY BIBLE |
Passage |
Old Testament in Greek (Septuagint) |
|
|
26 | But when Alcimus noticed their good will for one another, he took the covenant that had been made and went to Demetrius. He told him that Nicanor was disloyal to the government, for he had appointed that conspirator against the kingdom, Judas, to be his successor. | Nicanor turns against Judas. 2Mace.14.26-36 | Ὁ δὲ Ἄλκιμος συνιδὼν τὴν πρὸς ἀλλήλους εὔνοιαν καὶ τὰς γενομένας συνθήκας λαβὼν ἧκεν πρὸς τὸν Δημήτριον καὶ ἔλεγεν τὸν Νικάνορα ἀλλότρια φρονεῖν τῶν πραγμάτων· τὸν γὰρ ἐπίβουλον τῆς βασιλείας Ιουδαν αὐτοῦ διάδοχον ἀναδεῖξαι. |
|
27 | The king became excited and, provoked by the false accusations of that depraved man, wrote to Nicanor, stating that he was displeased with the covenant and commanding him to send Maccabeus to Antioch as a prisoner without delay. | | ὁ δὲ βασιλεὺς ἔκθυμος γενόμενος καὶ ταῖς τοῦ παμπονήρου διαβολαῖς ἐρεθισθεὶς ἔγραψεν Νικάνορι φάσκων ὑπὲρ μὲν τῶν συνθηκῶν βαρέως φέρειν, κελεύων δὲ τὸν Μακκαβαῖον δέσμιον ἐξαποστέλλειν εἰς Ἀντιόχειαν ταχέως. |
|
28 | When this message came to Nicanor, he was troubled and grieved that he had to annul their agreement when the man had done no wrong. | | προσπεσόντων δὲ τούτων τῷ Νικάνορι συνεκέχυτο καὶ δυσφόρως ἔφερεν, εἰ τὰ διεσταλμένα ἀθετήσει μηδὲν τἀνδρὸς ἠδικηκότος. |
|
29 | Since it was not possible to oppose the king, he watched for an opportunity to accomplish this by a stratagem. | | ἐπεὶ δὲ τῷ βασιλεῖ ἀντιπράττειν οὐκ ἦν, εὔκαιρον ἐτήρει στρατηγήματι τοῦτ' ἐπιτελέσαι. |
|
30 | But Maccabeus, noticing that Nicanor was more austere in his dealings with him and was meeting him more rudely than had been his custom, concluded that this austerity did not spring from the best motives. So he gathered not a few of his men, and went into hiding from Nicanor. | | ὁ δὲ Μακκαβαῖος αὐστηρότερον διεξαγαγόντα συνιδὼν τὸν Νικάνορα τὰ πρὸς αὐτὸν καὶ τὴν εἰθισμένην ἀπάντησιν ἀγροικότερον ἐσχηκότα νοήσας οὐκ ἀπὸ τοῦ βελτίστου τὴν αὐστηρίαν εἶναι συστρέψας οὐκ ὀλίγους τῶν περὶ αὐτὸν συνεκρύπτετο τὸν Νικάνορα. |
|
31 | When the latter became aware that he had been cleverly outwitted by the man, he went to the great and holy temple while the priests were offering the customary sacrifices, and commanded them to hand the man over. | | συγγνοὺς δὲ ὁ ἕτερος ὅτι γενναίως ὑπὸ τοῦ ἀνδρὸς ἐστρατήγηται, παραγενόμενος ἐπὶ τὸ μέγιστον καὶ ἅγιον ἱερὸν τῶν ἱερέων τὰς καθηκούσας θυσίας προσαγόντων ἐκέλευσεν παραδιδόναι τὸν ἄνδρα. |
|
32 | And when they declared on oath that they did not know where the man was whom he sought, | | τῶν δὲ μεθ' ὅρκων φασκόντων μὴ γινώσκειν ποῦ ποτ ἔστιν ὁ ζητούμενος, |
|
33 | he stretched out his right hand toward the sanctuary, and swore this oath: " If you do not hand Judas over to me as a prisoner, I will level this precinct of God to the ground and tear down the alter, and I will build here a splendid temple to Dionysus. " | | προτείνας τὴν δεξιὰν ἐπὶ τὸν νεὼ ταῦτ ὤμοσεν Ἑὰν μὴ δέσμιόν μοι τὸν Ιουδαν παραδῶτε, τόνδε τὸν τοῦ θεοῦ σηκὸν εἰς πεδίον ποιήσω καὶ τὸ θυσιαστήριον κατασκάψω καὶ ἱερὸν ἐνταῦθα τῷ Διονύσῳ ἐπιφανὲς ἀναστήσω. |
|
34 | Having said this, he went away. Then the priests stretched forth their hands toward heaven and called upon the constant Defender of our nation, in these words: | | τοσαῦτα δὲ εἰπὼν ἀπῆλθεν· οἱ δὲ ἱερεῖς προτείναντες τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐπεκαλοῦντο τὸν διὰ παντὸς ὑπέρμαχον τοῦ ἔθνους ἡμῶν ταῦτα λέγοντες |
|
35 | "O Lord of all, who have need of nothing, you were pleased that there be a temple for your habitation among us; | | Σὺ κύριε τῶν ὅλων ἀπροσδεὴς ὑπάρχων ηὐδόκησας ναὸν τῆς σῆς σκηνώσεως ἐν ἡμῖν γενέσθαι· |
|
36 | so now, O holy One, Lord of all holiness, keep undefiled for ever this house that has been so recently purified." | | καὶ νῦν, ἅγιε παντὸς ἁγιασμοῦ κύριε, διατήρησον εἰς αἰῶνα ἀμίαντον τόνδε τὸν προσφάτως κεκαθαρισμένον οἶκον. |