|
13 |
katapi NEW STUDY BIBLE |
Passage |
Old Testament in Greek (Septuagint) |
|
|
13 1 | In the one hundred and forty-ninth year word came to Judas and his men that Antiochus Eupator was coming with a great army against Judea, | Manelaus put to death. (163 BCE) 2Mace.13.1-8 | Τῷ δὲ ἐνάτῳ καὶ τεσσαρακοστῷ καὶ ἑκατοστῷ ἔτει προσέπεσεν τοῖς περὶ τὸν Ιουδαν Ἀντίοχον τὸν Εὐπάτορα παραγενέσθαι σὺν πλήθεσιν ἐπὶ τὴν Ιουδαίαν |
|
2 | and with him Lysias, his guardian, who had charge of the government. Each of them had a Greek force of one hundred and ten thousand infantry, five thousand three hundred cavalry, twenty-two elephants, and three hundred chariots armed with scythes. | | καὶ σὺν αὐτῷ Λυσίαν τὸν ἐπίτροπον καὶ ἐπὶ τῶν πραγμάτων, ἕκαστον ἔχοντα δύναμιν Ἑλληνικὴν πεζῶν μυριάδας ἕνδεκα καὶ ἱππέων πεντακισχιλίους τριακοσίους καὶ ἐλέφαντας εἴκοσι δύο, ἅρματα δὲ δρεπανηφόρα τριακόσια. |
|
3 | Menelaus also joined them and with utter hypocrisy urged Antiochus on, not for the sake of his country's welfare, but because he thought that he would be established in office. | | συνέμειξεν δὲ αὐτοῖς καὶ Μενέλαος καὶ παρεκάλει μετὰ πολλῆς εἰρωνείας τὸν Ἀντίοχον, οὐκ ἐπὶ σωτηρίᾳ τῆς πατρίδος, οἰόμενος δὲ ἐπὶ τῆς ἀρχῆς κατασταθήσεσθαι. |
|
4 | But the King of kings aroused the anger of Antiochus against the scoundrel; and when Lysias informed him that this man was to blame for all the trouble, he ordered them to take him to Beroea and to put him to death by the method which is the custom in that place. | | ὁ δὲ βασιλεὺς τῶν βασιλέων ἐξήγειρεν τὸν θυμὸν τοῦ Ἀντιόχου ἐπὶ τὸν ἀλιτήριον, καὶ Λυσίου ὑποδείξαντος τοῦτον αἴτιον εἶναι πάντων τῶν κακῶν, προσέταξεν, ὡς ἔθος ἐστὶν ἐν τῷ τόπῳ, προσαπολέσαι ἀγαγόντας εἰς Βέροιαν. |
|
5 | For there is a tower in that place, fifty cubits high, full of ashes, and it has a rim running around it which on all sides inclines precipitously into the ashes. | | ἔστιν δὲ ἐν τῷ τόπῳ πύργος πεντήκοντα πήχεων πλήρης σποδοῦ, οὗτος δὲ ὄργανον εἶχεν περιφερὲς πάντοθεν ἀπόκρημνον εἰς τὴν σποδόν. |
|
6 | There they all push to destruction any man guilty of sacrilege or notorious for other crimes. | | ἐνταῦθα τὸν ἱεροσυλίας ἔνοχον ἢ καί τινων ἄλλων κακῶν ὑπεροχὴν πεποιημένον ἅπαντες προσωθοῦσιν εἰς ὄλεθρον. |
|
7 | By such a fate it came about that Menelaus the lawbreaker died, without even burial in the earth. | | τοιούτῳ μόρῳ τὸν παράνομον συνέβη θανεῖν μηδὲ τῆς γῆς τυχόντα Μενέλαον· |
|
8 | And this was eminently just; because he had committed many sins against the altar whose fire and ashes were holy, he met his death in ashes. | | πάνυ δικαίως· ἐπεὶ γὰρ συνετελέσατο πολλὰ περὶ τὸν βωμὸν ἁμαρτήματα, οὗ τὸ πῦρ ἁγνὸν ἦν καὶ ἡ σποδός, ἐν σποδῷ τὸν θάνατον ἐκομίσατο. |