|
12 |
katapi NEW STUDY BIBLE |
Passage |
Old Testament in Greek (Septuagint) |
|
|
17 | When they had gone ninety-five miles from there, they came to Charax, to the Jews who are called Toubiani. | Judas defeats Timothy. 2Mace.12.17-25 | 1Mace.5.37-44 | Ἑκεῖθεν δὲ ἀποσπάσαντες σταδίους ἑπτακοσίους πεντήκοντα διήνυσαν εἰς τὸν Χάρακα πρὸς τοὺς λεγομένους Τουβιανοὺς Ιουδαίους. |
|
18 | They did not find Timothy in that region, for he had by then departed from the region without accomplishing anything, though in one place he had left a very strong garrison. | | καὶ Τιμόθεον μὲν ἐπὶ τῶν τόπων οὐ κατέλαβον ἄπρακτον τότε ἀπὸ τῶν τόπων ἐκλελυκότα, καταλελοιπότα δὲ φρουρὰν ἔν τινι τόπῳ καὶ μάλα ὀχυράν. |
|
19 | Dositheus and Sosipater, who were captains under Maccabeus, marched out and destroyed those whom Timothy had left in the stronghold, more than ten thousand men. | | Δοσίθεος δὲ καὶ Σωσίπατρος τῶν περὶ τὸν Μακκαβαῖον ἡγεμόνων ἐξοδεύσαντες ἀπώλεσαν τοὺς ὑπὸ Τιμοθέου καταλειφθέντας ἐν τῷ ὀχυρώματι πλείους τῶν μυρίων ἀνδρῶν. |
|
20 | But Maccabeus arranged his army in divisions, set men in command of the divisions, and hastened after Timothy, who had with him a hundred and twenty thousand infantry and two thousand five hundred cavalry. | | ὁ δὲ Μακκαβαῖος διατάξας τὴν περὶ αὐτὸν στρατιὰν σπειρηδὸν κατέστησεν αὐτοὺς ἐπὶ τῶν σπειρῶν καὶ ἐπὶ τὸν Τιμόθεον ὥρμησεν ἔχοντα περὶ αὐτὸν μυριάδας δώδεκα πεζῶν, ἱππεῖς δὲ δισχιλίους πρὸς τοῖς πεντακοσίοις. |
|
21 | When Timothy learned of the approach of Judas, he sent off the women and the children and also the baggage to a place called Carnaim; for that place was hard to besiege and difficult of access because of the narrowness of all the approaches. | | τὴν δὲ ἔφοδον μεταλαβὼν Ιουδου προεξαπέστειλεν ὁ Τιμόθεος τὰς γυναῖκας καὶ τὰ τέκνα καὶ τὴν ἄλλην ἀποσκευὴν εἰς τὸ λεγόμενον Καρνιον· ἦν γὰρ δυσπολιόρκητον καὶ δυσπρόσιτον τὸ χωρίον διὰ τὴν πάντων τῶν τόπων στενότητα. |
|
22 | But when Judas' first division appeared, terror and fear came over the enemy at the manifestation to them of him who sees all things; and they rushed off in flight and were swept on, this way and that, so that often they were injured by their own men and pierced by the points of their swords. | | ἐπιφανείσης δὲ τῆς Ιουδου σπείρας πρώτης καὶ γενομένου δέους ἐπὶ τοὺς πολεμίους φόβου τε ἐκ τῆς τοῦ τὰ πάντα ἐφορῶντος ἐπιφανείας γενομένης ἐπ' αὐτοὺς εἰς φυγὴν ὥρμησαν ἄλλος ἀλλαχῇ φερόμενος ὥστε πολλάκις ὑπὸ τῶν ἰδίων βλάπτεσθαι καὶ ταῖς τῶν ξιφῶν ἀκμαῖς ἀναπείρεσθαι. |
|
23 | And Judas pressed the pursuit with the utmost vigor, putting the sinners to the sword, and destroyed as many as thirty thousand men. | | ἐποιεῖτο δὲ τὸν διωγμὸν εὐτονώτερον ὁ Ιουδας συγκεντῶν τοὺς ἀλιτηρίους διέφθειρέν τε εἰς μυριάδας τρεῖς ἀνδρῶν. |
|
24 | Timothy himself fell into the hands of Dositheus and Sosipater and their men. With great guile he besought them to let him go in safety, because he held the parents of most of them and the brothers of some and no consideration would be shown them. | | αὐτὸς δὲ ὁ Τιμόθεος ἐμπεσὼν τοῖς περὶ τὸν Δοσίθεον καὶ Σωσίπατρον ἠξίου μετὰ πολλῆς γοητείας ἐξαφεῖναι σῶον αὐτὸν διὰ τὸ πλειόνων μὲν γονεῖς, ὧν δὲ ἀδελφοὺς ἔχειν καὶ τούτους ἀλογηθῆναι συμβήσεται. |
|
25 | And when with many words he had confirmed his solemn promise to restore them unharmed, they let him go, for the sake of saving their brethren. | | πιστώσαντος δὲ αὐτοῦ διὰ πλειόνων τὸν ὁρισμὸν ἀποκαταστῆσαι τούτους ἀπημάντους ἀπέλυσαν αὐτὸν ἕνεκα τῆς τῶν ἀδελφῶν σωτηρίας. |