|
12 |
katapi NEW STUDY BIBLE |
Passage |
Old Testament in Greek (Septuagint) |
|
|
10 | When they had gone more than a mile from there, on their march against Timothy, not less than five thousand Arabs with five hundred horsemen attacked them. | Judas' victory at Jamnia. 2Mace.12.10-16 | 1Mace.5.9-54 | Ἑκεῖθεν δὲ ἀποσπάσαντες σταδίους ἐννέα, ποιουμένων τὴν πορείαν ἐπὶ τὸν Τιμόθεον, προσέβαλον Ἄραβες αὐτῷ οὐκ ἐλάττους τῶν πεντακισχιλίων, ἱππεῖς δὲ πεντακόσιοι. |
|
11 | After a hard fight Judas and his men won the victory, by the help of God. The defeated nomads besought Judas to grant them pledges of friendship, promising to give him cattle and to help his people in all other ways. | | γενομένης δὲ καρτερᾶς μάχης καὶ τῶν περὶ τὸν Ιουδαν διὰ τὴν παρὰ τοῦ θεοῦ βοήθειαν εὐημερησάντων ἐλαττονωθέντες οἱ νομάδες ἠξίουν δοῦναι τὸν Ιουδαν δεξιὰς αὐτοῖς ὑπισχνούμενοι καὶ βοσκήματα δώσειν καὶ ἐν τοῖς λοιποῖς ὠφελήσειν αὐτούς. |
|
12 | Judas, thinking that they might really be useful in many ways, agreed to make peace with them; and after receiving his pledges they departed to their tents. | | Ιουδας δὲ ὑπολαβὼν ὡς ἀληθῶς ἐν πολλοῖς αὐτοὺς χρησίμους ἐπεχώρησεν εἰρήνην ἄξειν πρὸς αὐτούς· καὶ λαβόντες δεξιὰς εἰς τὰς σκηνὰς ἐχωρίσθησαν. |
|
13 | He also attacked a certain city which was strongly fortified with earthworks and walls, and inhabited by all sorts of Gentiles. Its name was Caspin. | | Ἑπέβαλεν δὲ καὶ ἐπί τινα πόλιν γεφύραις ὀχυρὰν καὶ τείχεσιν περιπεφραγμένην καὶ παμμειγέσιν ἔθνεσιν κατοικουμένην, ὄνομα δὲ Κασπιν. |
|
14 | And those who were within, relying on the strength of the walls and on their supply of provisions, behaved most insolently toward Judas and his men, railing at them and even blaspheming and saying unholy things. | | οἱ δὲ ἔνδον πεποιθότες τῇ τῶν τειχέων ἐρυμνότητι τῇ τε τῶν βρωμάτων παραθέσει ἀναγωγότερον ἐχρῶντο τοῖς περὶ τὸν Ιουδαν λοιδοροῦντες καὶ προσέτι βλασφημοῦντες καὶ λαλοῦντες ἃ μὴ θέμις. |
|
15 | But Judas and his men, calling upon the great Sovereign of the world, who without battering-rams or engines of war overthrew Jericho in the days of Joshua, rushed furiously upon the walls. | | οἱ δὲ περὶ τὸν Ιουδαν ἐπικαλεσάμενοι τὸν μέγαν τοῦ κόσμου δυνάστην τὸν ἄτερ κριῶν καὶ μηχανῶν ὀργανικῶν κατακρημνίσαντα τὴν Ιεριχω κατὰ τοὺς Ἰησοῦ χρόνους ἐνέσεισαν θηριωδῶς τῷ τείχει. |
|
16 | They took the city by the will of God, and slaughtered untold numbers, so that the adjoining lake, a quarter of a mile wide, appeared to be running over with blood. | | καταλαβόμενοί τε τὴν πόλιν τῇ τοῦ θεοῦ θελήσει ἀμυθήτους ἐποιήσαντο σφαγὰς ὥστε τὴν παρακειμένην λίμνην τὸ πλάτος ἔχουσαν σταδίους δύο κατάρρυτον αἵματι πεπληρωμένην φαίνεσθαι. |