|
11 |
katapi NEW STUDY BIBLE |
Passage |
Old Testament in Greek (Septuagint) |
|
|
11 1 | Very soon after this, Lysias, the king's guardian and kinsman, who was in charge of the government, being vexed at what had happened, | Judas Maccabaeus defeats Lysias. 2Mace.11.1-12 | 1Mace.4.26-35 | Μετ ὀλίγον δὲ παντελῶς χρονίσκον Λυσίας ἐπίτροπος τοῦ βασιλέως καὶ συγγενὴς καὶ ἐπὶ τῶν πραγμάτων λίαν βαρέως φέρων ἐπὶ τοῖς γεγονόσι |
|
2 | gathered about eighty thousand men and all his cavalry and came against the Jews. He intended to make the city a home for Greeks, | | συναθροίσας περὶ τὰς ὀκτὼ μυριάδας καὶ τὴν ἵππον ἅπασαν παρεγίνετο ἐπὶ τοὺς Ιουδαίους λογιζόμενος τὴν μὲν πόλιν Ἕλλησιν οἰκητήριον ποιήσειν, |
|
3 | and to levy tribute on the temple as he did on the sacred places of the other nations, and to put up the high priesthood for sale every year. | | τὸ δὲ ἱερὸν ἀργυρολόγητον, καθὼς τὰ λοιπὰ τῶν ἐθνῶν τεμένη, πρατὴν δὲ κατὰ ἔτος τὴν ἀρχιερωσύνην ποιήσειν, |
|
4 | He took no account whatever of the power of God, but was elated with his ten thousands of infantry, and his thousands of cavalry, and his eighty elephants. | | οὐδαμῶς ἐπιλογιζόμενος τὸ τοῦ θεοῦ κράτος, πεφρενωμένος δὲ ταῖς μυριάσιν τῶν πεζῶν καὶ ταῖς χιλιάσιν τῶν ἱππέων καὶ τοῖς ἐλέφασιν τοῖς ὀγδοήκοντα. |
|
5 | Invading Judea, he approached Beth-zur, which was a fortified place about five leagues from Jerusalem, and pressed it hard. | | εἰσελθὼν δὲ εἰς τὴν Ιουδαίαν καὶ συνεγγίσας Βαιθσουρα ὄντι μὲν ἐρυμνῷ χωρίῳ, Ιεροσολύμων δὲ ἀπέχοντι ὡσεὶ σταδίους πέντε τοῦτο ἔθλιβεν. |
|
6 | When Maccabeus and his men got word that Lysias was besieging the strongholds, they and all the people, with lamentations and tears, besought the Lord to send a good angel to save Israel. | | ὡς δὲ μετέλαβον οἱ περὶ τὸν Μακκαβαῖον πολιορκοῦντα αὐτὸν τὰ ὀχυρώματα, μετὰ ὀδυρμῶν καὶ δακρύων ἱκέτευον σὺν τοῖς ὄχλοις τὸν κύριον ἀγαθὸν ἄγγελον ἀποστεῖλαι πρὸς σωτηρίαν τῷ Ισραηλ. |
|
7 | Maccabeus himself was the first to take up arms, and he urged the others to risk their lives with him to aid their brethren. Then they eagerly rushed off together. | | αὐτὸς δὲ πρῶτος ὁ Μακκαβαῖος ἀναλαβὼν τὰ ὅπλα προετρέψατο τοὺς ἄλλους ἅμα αὐτῷ διακινδυνεύοντας ἐπιβοηθεῖν τοῖς ἀδελφοῖς αὐτῶν· ὁμοῦ δὲ καὶ προθύμως ἐξώρμησαν. |
|
8 | And there, while they were still near Jerusalem, a horseman appeared at their head, clothed in white and brandishing weapons of gold. | | αὐτόθι δὲ πρὸς τοῖς Ιεροσολύμοις ὄντων ἐφάνη προηγούμενος αὐτῶν ἔφιππος ἐν λευκῇ ἐσθῆτι πανοπλίαν χρυσῆν κραδαίνων. |
|
9 | And they all together praised the merciful God, and were strengthened in heart, ready to assail not only men but the wildest beasts or walls of iron. | | ὁμοῦ δὲ πάντες εὐλόγησαν τὸν ἐλεήμονα θεὸν καὶ ἐπερρώσθησαν ταῖς ψυχαῖς οὐ μόνον ἀνθρώπους, θῆρας δὲ τοὺς ἀγριωτάτους καὶ σιδηρᾶ τείχη τιτρώσκειν ὄντες ἕτοιμοι. |
|
10 | They advanced in battle order, having their heavenly ally, for the Lord had mercy on them. | | προῆγον ἐν διασκευῇ τὸν ἀπ' οὐρανοῦ σύμμαχον ἔχοντες ἐλεήσαντος αὐτοὺς τοῦ κυρίου. |
|
11 | They hurled themselves like lions against the enemy, and slew eleven thousand of them and sixteen hundred horsemen, and forced all the rest to flee. | | λεοντηδὸν δὲ ἐντινάξαντες εἰς τοὺς πολεμίους κατέστρωσαν αὐτῶν χιλίους πρὸς τοῖς μυρίοις, ἱππεῖς δὲ ἑξακοσίους πρὸς τοῖς χιλίοις· τοὺς δὲ πάντας ἠνάγκασαν φεύγειν. |
|
12 | Most of them got away stripped and wounded, and Lysias himself escaped by disgraceful flight. | | οἱ πλείονες δὲ αὐτῶν τραυματίαι γυμνοὶ διεσώθησαν· καὶ αὐτὸς δὲ ὁ Λυσίας αἰσχρῶς φεύγων διεσώθη. |