|
| 9 |
katapi NEW STUDY BIBLE |
Passage |
Old Testament in Greek (Septuagint) |
|
|
| 9 1 | About that time, as it happened, Antiochus had retreated in disorder from the region of Persia. | The LORD punishes Antiochus. 2Mace.9.1-10 | 1Mace.6.1-7 | 2Mace.1.11-17 | Περὶ δὲ τὸν καιρὸν ἐκεῖνον ἐτύγχανεν Ἀντίοχος ἀναλελυκὼς ἀκόσμως ἐκ τῶν περὶ τὴν Περσίδα τόπων. |
|
| 2 | For he had entered the city called Persepolis, and attempted to rob the temples and control the city. Therefore the people rushed to the rescue with arms, and Antiochus and his men were defeated, with the result that Antiochus was put to flight by the inhabitants and beat a shameful retreat. | | εἰσεληλύθει γὰρ εἰς τὴν λεγομένην Περσέπολιν καὶ ἐπεχείρησεν ἱεροσυλεῖν καὶ τὴν πόλιν συνέχειν· διὸ δὴ τῶν πληθῶν ὁρμησάντων ἐπὶ τὴν τῶν ὅπλων βοήθειαν ἐτράπησαν, καὶ συνέβη τροπωθέντα τὸν Ἀντίοχον ὑπὸ τῶν ἐγχωρίων ἀσχήμονα τὴν ἀναζυγὴν ποιήσασθαι. |
|
| 3 | While he was in Ecbatana, news came to him of what had happened to Nicanor and the forces of Timothy. | | ὄντι δὲ αὐτῷ κατ' Ἑκβάτανα προσέπεσεν τὰ κατὰ Νικάνορα καὶ τοὺς περὶ Τιμόθεον γεγονότα. |
|
| 4 | Transported with rage, he conceived the idea of turning upon the Jews the injury done by those who had put him to flight; so he ordered his charioteer to drive without stopping until he completed the journey. But the judgment of heaven rode with him! For in his arrogance he said, "When I get there I will make Jerusalem a cemetery of Jews." | | ἐπαρθεὶς δὲ τῷ θυμῷ ᾤετο καὶ τὴν τῶν πεφυγαδευκότων αὐτὸν κακίαν εἰς τοὺς Ιουδαίους ἐναπερείσασθαι, διὸ συνέταξεν τὸν ἁρματηλάτην ἀδιαλείπτως ἐλαύνοντα κατανύειν τὴν πορείαν τῆς ἐξ οὐρανοῦ δὴ κρίσεως συνούσης αὐτῷ· οὕτως γὰρ ὑπερηφάνως εἶπεν Πολυάνδριον Ιουδαίων Ιεροσόλυμα ποιήσω παραγενόμενος ἐκεῖ. |
|
| 5 | But the all-seeing Lord, the God of Israel, struck him an incurable and unseen blow. As soon as he ceased speaking he was seized with a pain in his bowels for which there was no relief and with sharp internal tortures - | | ὁ δὲ παντεπόπτης κύριος ὁ θεὸς τοῦ Ισραηλ ἐπάταξεν αὐτὸν ἀνιάτῳ καὶ ἀοράτῳ πληγῇ· ἄρτι δὲ αὐτοῦ καταλήξαντος τὸν λόγον ἔλαβεν αὐτὸν ἀνήκεστος τῶν σπλάγχνων ἀλγηδὼν καὶ πικραὶ τῶν ἔνδον βάσανοι |
|
| 6 | and that very justly, for he had tortured the bowels of others with many and strange inflictions. | | πάνυ δικαίως τὸν πολλαῖς καὶ ξενιζούσαις συμφοραῖς ἑτέρων σπλάγχνα βασανίσαντα. |
|
| 7 | Yet he did not in any way stop his insolence, but was even more filled with arrogance, breathing fire in his rage against the Jews, and giving orders to hasten the journey. And so it came about that he fell out of his chariot as it was rushing along, and the fall was so hard as to torture every limb of his body. | | ὁ δ' οὐδαμῶς τῆς ἀγερωχίας ἔληγεν, ἔτι δὲ καὶ τῆς ὑπερηφανίας ἐπεπλήρωτο πῦρ πνέων τοῖς θυμοῖς ἐπὶ τοὺς Ιουδαίους καὶ κελεύων ἐποξύνειν τὴν πορείαν. συνέβη δὲ καὶ πεσεῖν αὐτὸν ἀπὸ τοῦ ἅρματος φερομένου ῥοίζῳ καὶ δυσχερεῖ πτώματι περιπεσόντα πάντα τὰ μέλη τοῦ σώματος ἀποστρεβλοῦσθαι. |
|
| 8 | Thus he who had just been thinking that he could command the waves of the sea, in his superhuman arrogance, and imagining that he could weigh the high mountains in a balance, was brought down to earth and carried in a litter, making the power of God manifest to all. | | ὁ δ' ἄρτι δοκῶν τοῖς τῆς θαλάσσης κύμασιν ἐπιτάσσειν διὰ τὴν ὑπὲρ ἄνθρωπον ἀλαζονείαν καὶ πλάστιγγι τὰ τῶν ὀρέων οἰόμενος ὕψη στήσειν κατὰ γῆν γενόμενος ἐν φορείῳ παρεκομίζετο φανερὰν τοῦ θεοῦ πᾶσιν τὴν δύναμιν ἐνδεικνύμενος, |
|
| 9 | And so the ungodly man's body swarmed with worms, and while he was still living in anguish and pain, his flesh rotted away, and because of his stench the whole army felt revulsion at his decay. | | ὥστε καὶ ἐκ τοῦ σώματος τοῦ δυσσεβοῦς σκώληκας ἀναζεῖν, καὶ ζῶντος ἐν ὀδύναις καὶ ἀλγηδόσιν τὰς σάρκας αὐτοῦ διαπίπτειν, ὑπὸ δὲ τῆς ὀσμῆς αὐτοῦ πᾶν τὸ στρατόπεδον βαρύνεσθαι τὴν σαπρίαν. |
|
| 10 | Because of his intolerable stench no one was able to carry the man who a little while before had thought that he could touch the stars of heaven. | | καὶ τὸν μικρῷ πρότερον τῶν οὐρανίων ἄστρων ἅπτεσθαι δοκοῦντα παρακομίζειν οὐδεὶς ἐδύνατο διὰ τὸ τῆς ὀσμῆς ἀφόρητον βάρος. |