|
8 |
katapi NEW STUDY BIBLE |
Passage |
Old Testament in Greek (Septuagint) |
|
|
30 | In encounters with the forces of Timothy and Bacchides they killed more than twenty thousand of them and got possession of some exceedingly high strongholds, and they divided very much plunder, giving to those who had been tortured and to the orphans and widows, and also to the aged, shares equal to their own. | Judas defeats Timothy & Bacchides. 2Mace.8.30-36 | Καὶ τοῖς περὶ Τιμόθεον καὶ Βακχίδην συνερίσαντες ὑπὲρ τοὺς δισμυρίους αὐτῶν ἀνεῖλον καὶ ὀχυρωμάτων ὑψηλῶν εὖ μάλα ἐγκρατεῖς ἐγένοντο καὶ λάφυρα πλείονα ἐμερίσαντο ἰσομοίρους αὑτοῖς καὶ τοῖς ᾐκισμένοις καὶ ὀρφανοῖς καὶ χήραις, ἔτι δὲ καὶ πρεσβυτέροις ποιήσαντες. |
|
31 | Collecting the arms of the enemy, they stored them all carefully in strategic places, and carried the rest of the spoils to Jerusalem. | | ὁπλολογήσαντες δὲ αὑτοὺς ἐπιμελῶς πάντα συνέθηκαν εἰς τοὺς ἐπικαίρους τόπους, τὰ δὲ λοιπὰ τῶν σκύλων ἤνεγκαν εἰς Ιεροσόλυμα. |
|
32 | They killed the commander of Timothy's forces, a most unholy man, and one who had greatly troubled the Jews. | | τὸν δὲ φυλάρχην τῶν περὶ Τιμόθεον ἀνεῖλον, ἀνοσιώτατον ἄνδρα καὶ πολλὰ τοὺς Ιουδαίους ἐπιλελυπηκότα. |
|
33 | While they were celebrating the victory in the city of their fathers, they burned those who had set fire to the sacred gates, Callisthenes and some others, who had fled into one little house; so these received the proper recompense for their impiety. | | ἐπινίκια δὲ ἄγοντες ἐν τῇ πατρίδι τοὺς ἐμπρήσαντας τοὺς ἱεροὺς πυλῶνας καὶ Καλλισθένην ὑφῆψαν εἰς ἓν οἰκίδιον πεφευγότα, καὶ τὸν ἄξιον τῆς δυσσεβείας ἐκομίσατο μισθόν. |
|
34 | The thrice-accursed Nicanor, who had brought the thousand merchants to buy the Jews, | | ὁ δὲ τρισαλιτήριος Νικάνωρ ὁ τοὺς χιλίους ἐμπόρους ἐπὶ τὴν πρᾶσιν τῶν Ιουδαίων ἀγαγὼν |
|
35 | having been humbled with the help of the Lord by opponents whom he regarded as of the least account, took off his splendid uniform and made his way alone like a runaway slave across the country till he reached Antioch, having succeeded chiefly in the destruction of his own army! | | ταπεινωθεὶς ὑπὸ τῶν κατ' αὐτὸν νομιζομένων ἐλαχίστων εἶναι τῇ τοῦ κυρίου βοηθείᾳ τὴν δοξικὴν ἀποθέμενος ἐσθῆτα διὰ τῆς μεσογείου δραπέτου τρόπον ἔρημον ἑαυτὸν ποιήσας ἧκεν εἰς Ἀντιόχειαν ὑπὲρ ἅπαν εὐημερηκὼς ἐπὶ τῇ τοῦ στρατοῦ διαφθορᾷ. |
|
36 | Thus he who had undertaken to secure tribute for the Romans by the capture of the people of Jerusalem proclaimed that the Jews had a Defender, and that therefore the Jews were invulnerable, because they followed the laws ordained by him. | | καὶ ὁ τοῖς Ῥωμαίοις ἀναδεξάμενος φόρον ἀπὸ τῆς τῶν ἐν Ιεροσολύμοις αἰχμαλωσίας κατορθώσασθαι κατήγγελλεν ὑπέρμαχον ἔχειν τοὺς Ιουδαίους καὶ διὰ τὸν τρόπον τοῦτον ἀτρώτους εἶναι τοὺς Ιουδαίους διὰ τὸ ἀκολουθεῖν τοῖς ὑπ' αὐτοῦ προτεταγμένοις νόμοις. |