|
8 |
katapi NEW STUDY BIBLE |
Passage |
Old Testament in Greek (Septuagint) |
|
|
8 | When Philip saw that the man was gaining ground little by little, and that he was pushing ahead with more frequent successes, he wrote to Ptolemy, the governor of Coelesyria and Phoenicia, for aid to the king's government. | Ptolemy sends Nicanor to attack Judas. 2Mace.8.8-11 | 1Mace.3.38-41 | Συνορῶν δὲ ὁ Φίλιππος κατὰ μικρὸν εἰς προκοπὴν ἐρχόμενον τὸν ἄνδρα, πυκνότερον δὲ ἐν ταῖς εὐημερίαις προβαίνοντα, πρὸς Πτολεμαῖον τὸν Κοίλης Συρίας καὶ Φοινίκης στρατηγὸν ἔγραψεν ἐπιβοηθεῖν τοῖς τοῦ βασιλέως πράγμασιν. |
|
9 | And Ptolemy promptly appointed Nicanor the son of Patroclus, one of the king's chief friends, and sent him, in command of no fewer than twenty thousand Gentiles of all nations, to wipe out the whole race of Judea. He associated with him Gorgias, a general and a man of experience in military service. | | ὁ δὲ ταχέως προχειρισάμενος Νικάνορα τὸν τοῦ Πατρόκλου τῶν πρώτων φίλων ἀπέστειλεν ὑποτάξας παμφύλων ἔθνη οὐκ ἐλάττους τῶν δισμυρίων τὸ σύμπαν τῆς Ιουδαίας ἐξᾶραι γένος· συνέστησεν δὲ αὐτῷ καὶ Γοργίαν ἄνδρα στρατηγὸν καὶ ἐν πολεμικαῖς χρείαις πεῖραν ἔχοντα. |
|
10 | Nicanor determined to make up for the king the tribute due to the Romans, two thousand talents, by selling the captured Jews into slavery. | | διεστήσατο δὲ ὁ Νικάνωρ τὸν φόρον τῷ βασιλεῖ τοῖς Ῥωμαίοις ὄντα ταλάντων δισχιλίων ἐκ τῆς τῶν Ιουδαίων αἰχμαλωσίας ἐκπληρώσειν. |
|
11 | And he immediately sent to the cities on the seacoast, inviting them to buy Jewish slaves and promising to hand over ninety slaves for a talent, not expecting the judgment from the Almighty that was about to overtake him. | | εὐθέως δὲ εἰς τὰς παραθαλασσίους πόλεις ἀπέστειλεν προκαλούμενος ἐπ' ἀγορασμὸν Ιουδαίων σωμάτων ὑπισχνούμενος ἐνενήκοντα σώματα ταλάντου παραχωρήσειν οὐ προσδεχόμενος τὴν παρὰ τοῦ παντοκράτορος μέλλουσαν παρακολουθήσειν ἐπ' αὐτῷ δίκην. |