|
5 |
katapi NEW STUDY BIBLE |
Passage |
Old Testament in Greek (Septuagint) |
|
|
21 | So Antiochus carried off eighteen hundred talents from the temple, and hurried away to Antioch, thinking in his arrogance that he could sail on the land and walk on the sea, because his mind was elated. | Another attack against Jerusalem. 2Mace.5.21-27 | Ὁ γοῦν Ἀντίοχος ὀκτακόσια πρὸς τοῖς χιλίοις ἀπενεγκάμενος ἐκ τοῦ ἱεροῦ τάλαντα θᾶττον εἰς τὴν Ἀντιόχειαν ἐχωρίσθη οἰόμενος ἀπὸ τῆς ὑπερηφανίας τὴν μὲν γῆν πλωτὴν καὶ τὸ πέλαγος πορευτὸν θέσθαι διὰ τὸν μετεωρισμὸν τῆς καρδίας. |
|
22 | And he left governors to afflict the people: at Jerusalem, Philip, by birth a Phrygian and in character more barbarous than the men who appointed him; | | κατέλιπεν δὲ καὶ ἐπιστάτας τοῦ κακοῦν τὸ γένος, ἐν μὲν Ιεροσολύμοις Φίλιππον, τὸ μὲν γένος Φρύγα, τὸν δὲ τρόπον βαρβαρώτερον ἔχοντα τοῦ καταστήσαντος, |
|
23 | and at Gerizim, Andronicus; and besides these Menelaus, who lorded it over his fellow citizens worse than the others did. In his malice toward the Jewish citizens, | | ἐν δὲ Γαριζιν Ἀνδρόνικον, πρὸς δὲ τούτοις Μενέλαον, ὃς χείριστα τῶν ἄλλων ὑπερῄρετο τοῖς πολίταις, ἀπεχθῆ δὲ πρὸς τοὺς πολίτας Ιουδαίους ἔχων διάθεσιν. |
|
24 | Antiochus sent Apollonius, the captain of the Mysians, with an army of twenty-two thousand, and commanded him to slay all the grown men and to sell the women and boys as slaves. | | ἔπεμψεν δὲ τὸν Μυσάρχην Ἀπολλώνιον μετὰ στρατεύματος, δισμυρίους δὲ πρὸς τοῖς δισχιλίοις, προστάξας τοὺς ἐν ἡλικίᾳ πάντας κατασφάξαι, τὰς δὲ γυναῖκας καὶ τοὺς νεωτέρους πωλεῖν. |
|
25 | When this man arrived in Jerusalem, he pretended to be peaceably disposed and waited until the holy sabbath day; then, finding the Jews not at work, he ordered his men to parade under arms. | | οὗτος δὲ παραγενόμενος εἰς Ιεροσόλυμα καὶ τὸν εἰρηνικὸν ὑποκριθεὶς ἐπέσχεν ἕως τῆς ἁγίας ἡμέρας τοῦ σαββάτου καὶ λαβὼν ἀργοῦντας τοὺς Ιουδαίους τοῖς ὑφ' ἑαυτὸν ἐξοπλησίαν παρήγγειλεν |
|
26 | He put to the sword all those who came out to see them, then rushed into the city with his armed men and killed great numbers of people. | | καὶ τοὺς ἐξελθόντας πάντας ἐπὶ τὴν θεωρίαν συνεξεκέντησεν καὶ εἰς τὴν πόλιν σὺν τοῖς ὅπλοις εἰσδραμὼν ἱκανὰ κατέστρωσεν πλήθη. |
|
27 | But Judas Maccabeus, with about nine others, got away to the wilderness, and kept himself and his companions alive in the mountains as wild animals do; they continued to live on what grew wild, so that they might not share in the defilement. | | Ιουδας δὲ ὁ καὶ Μακκαβαῖος δέκατός που γενηθεὶς καὶ ἀναχωρήσας εἰς τὴν ἔρημον θηρίων τρόπον ἐν τοῖς ὄρεσιν διέζη σὺν τοῖς μετ' αὐτοῦ, καὶ τὴν χορτώδη τροφὴν σιτούμενοι διετέλουν πρὸς τὸ μὴ μετασχεῖν τοῦ μολυσμοῦ. |