|
4 |
katapi NEW STUDY BIBLE |
Passage |
Old Testament in Greek (Septuagint) |
|
|
23 | After a period of three years Jason sent Menelaus, the brother of the previously mentioned Simon, to carry the money to the king and to complete the records of essential business. | Menelaus becomes High Priest. 2Mace.4.23-29 | Μετὰ δὲ τριετῆ χρόνον ἀπέστειλεν Ἰάσων Μενέλαον τὸν τοῦ προσημαινομένου Σιμωνος ἀδελφὸν παρακομίζοντα τὰ χρήματα τῷ βασιλεῖ καὶ περὶ πραγμάτων ἀναγκαίων ὑπομνηματισμοὺς τελέσοντα. |
|
24 | But he, when presented to the king, extolled him with an air of authority, and secured the high priesthood for himself, outbidding Jason by three hundred talents of silver. | | ὁ δὲ συσταθεὶς τῷ βασιλεῖ καὶ δοξάσας αὐτὸν τῷ προσώπῳ τῆς ἐξουσίας εἰς ἑαυτὸν κατήντησεν τὴν ἀρχιερωσύνην ὑπερβαλὼν τὸν Ἰάσωνα τάλαντα ἀργυρίου τριακόσια. |
|
25 | After receiving the king's orders he returned, possessing no qualification for the high priesthood, but having the hot temper of a cruel tyrant and the rage of a savage wild beast. | | λαβὼν δὲ τὰς βασιλικὰς ἐντολὰς παρεγένετο τῆς μὲν ἀρχιερωσύνης οὐδὲν ἄξιον φέρων, θυμοὺς δὲ ὠμοῦ τυράννου καὶ θηρὸς βαρβάρου ὀργὰς ἔχων. |
|
26 | So Jason, who after supplanting his own brother was supplanted by another man, was driven as a fugitive into the land of Ammon. | | καὶ ὁ μὲν Ἰάσων ὁ τὸν ἴδιον ἀδελφὸν ὑπονοθεύσας ὑπονοθευθεὶς ὑφ' ἑτέρου φυγὰς εἰς τὴν Αμμανῖτιν χώραν συνήλαστο. |
|
27 | And Menelaus held the office, but he did not pay regularly any of the money promised to the king. | | ὁ δὲ Μενέλαος τῆς μὲν ἀρχῆς ἐκράτει, τῶν δὲ ἐπηγγελμένων τῷ βασιλεῖ χρημάτων οὐδὲν εὐτάκτει· |
|
28 | When Sostratus the captain of the citadel kept requesting payment, for the collection of the revenue was his responsibility, the two of them were summoned by the king on account of this issue. | | ποιουμένου δὲ τὴν ἀπαίτησιν Σωστράτου τοῦ τῆς ἀκροπόλεως ἐπάρχου, πρὸς τοῦτον γὰρ ἦν ἡ τῶν διαφόρων πρᾶξις· δι' ἣν αἰτίαν οἱ δύο ὑπὸ τοῦ βασιλέως προσεκλήθησαν, |
|
29 | Menelaus left his own brother Lysimachus as deputy in the high priesthood, while Sostratus left Crates, the commander of the Cyprian troops. | | καὶ ὁ μὲν Μενέλαος ἀπέλιπεν τῆς ἀρχιερωσύνης διάδοχον Λυσίμαχον τὸν ἑαυτοῦ ἀδελφόν, Σώστρατος δὲ Κράτητα τὸν ἐπὶ τῶν Κυπρίων. |