|
| 4 |
katapi NEW STUDY BIBLE |
Passage |
Old Testament in Greek (Septuagint) |
|
|
| 18 | When the quadrennial games were being held at Tyre and the king was present, | Jerusalem under Seleucid influence. 2Mace.4.18-22 | Ἀγομένου δὲ πενταετηρικοῦ ἀγῶνος ἐν Τύρῳ καὶ τοῦ βασιλέως παρόντος |
|
| 19 | the vile Jason sent envoys, chosen as being Antiochian citizens from Jerusalem, to carry three hundred silver drachmas for the sacrifice to Hercules. Those who carried the money, however, thought best not to use it for sacrifice, because that was inappropriate, but to expend it for another purpose. | | ἀπέστειλεν Ἰάσων ὁ μιαρὸς θεωροὺς ὡς ἀπὸ Ιεροσολύμων Ἀντιοχεῖς ὄντας παρακομίζοντας ἀργυρίου δραχμὰς τριακοσίας εἰς τὴν τοῦ Ἡρακλέους θυσίαν, ἃς καὶ ἠξίωσαν οἱ παρακομίσαντες μὴ χρῆσθαι εἰς θυσίαν διὰ τὸ μὴ καθήκειν, εἰς ἑτέραν δὲ καταθέσθαι δαπάνην. |
|
| 20 | So this money was intended by the sender for the sacrifice to Hercules, but by the decision of its carriers it was applied to the construction of triremes. | | ἔπεσε μὲν οὖν ταῦτα διὰ μὲν τὸν ἀποστείλαντα εἰς τὴν τοῦ Ἡρακλέους θυσίαν, ἕνεκεν δὲ τῶν παρακομιζόντων εἰς τὰς τῶν τριηρέων κατασκευάς. |
|
| 21 | When Apollonius the son of Menestheus was sent to Egypt for the coronation of Philometor as king, Antiochus learned that Philometor had become hostile to his government, and he took measures for his own security. Therefore upon arriving at Joppa he proceeded to Jerusalem. | | Ἀποσταλέντος δὲ εἰς Αἴγυπτον Ἀπολλωνίου τοῦ Μενεσθέως διὰ τὰ πρωτοκλίσια τοῦ Φιλομήτορος βασιλέως μεταλαβὼν Ἀντίοχος ἀλλότριον αὐτὸν τῶν αὐτοῦ γεγονέναι πραγμάτων τῆς καθ' αὑτὸν ἀσφαλείας ἐφρόντιζεν· ὅθεν εἰς Ιοππην παραγενόμενος κατήντησεν εἰς Ιεροσόλυμα. |
|
| 22 | He was welcomed magnificently by Jason and the city, and ushered in with a blaze of torches and with shouts. Then he marched into Phoenicia. | | μεγαλομερῶς δὲ ὑπὸ τοῦ Ἰάσωνος καὶ τῆς πόλεως ἀποδεχθεὶς μετὰ δᾳδουχίας καὶ βοῶν εἰσεδέχθη, εἶθ οὕτως εἰς τὴν Φοινίκην κατεστρατοπέδευσεν. |