|
3 |
katapi NEW STUDY BIBLE |
Passage |
Old Testament in Greek (Septuagint) |
|
|
29 | While he lay prostrate, speechless because of the divine intervention and deprived of any hope of recovery, | Onias prays for the recovery of Heliodorus. 2Mace.3.29-34 | καὶ ὁ μὲν διὰ τὴν θείαν ἐνέργειαν ἄφωνος καὶ πάσης ἐστερημένος ἐλπίδος καὶ σωτηρίας ἔρριπτο, |
|
30 | they praised the Lord who had acted marvelously for his own place. And the temple, which a little while before was full of fear and disturbance, was filled with joy and gladness, now that the Almighty Lord had appeared. | | οἱ δὲ τὸν κύριον εὐλόγουν τὸν παραδοξάζοντα τὸν ἑαυτοῦ τόπον, καὶ τὸ μικρῷ πρότερον δέους καὶ ταραχῆς γέμον ἱερὸν τοῦ παντοκράτορος ἐπιφανέντος κυρίου χαρᾶς καὶ εὐφροσύνης ἐπεπλήρωτο. |
|
31 | Quickly some of Heliodourus' friends asked Onias to call upon the Most High and to grant life to one who was lying quite at his last breath. | | ταχὺ δέ τινες τῶν τοῦ Ἡλιοδώρου συνήθων ἠξίουν τὸν Ονιαν ἐπικαλέσασθαι τὸν ὕψιστον καὶ τὸ ζῆν χαρίσασθαι τῷ παντελῶς ἐν ἐσχάτῃ πνοῇ κειμένῳ. |
|
32 | And the high priest, fearing that the king might get the notion that some foul play had been perpetrated by the Jews with regard to Heliodourus, offered sacrifice for the man's recovery. | | ὕποπτος δὲ γενόμενος ὁ ἀρχιερεὺς μήποτε διάλημψιν ὁ βασιλεὺς σχῇ κακουργίαν τινὰ περὶ τὸν Ἡλιόδωρον ὑπὸ τῶν Ιουδαίων συντετελέσθαι προσήγαγεν θυσίαν ὑπὲρ τῆς τοῦ ἀνδρὸς σωτηρίας. |
|
33 | While the high priest was making the offering of atonement, the same young men appeared again to Heliodourus dressed in the same clothing, and they stood and said, "Be very grateful to Onias the high priest, since for his sake the Lord has granted you your life. | | ποιουμένου δὲ τοῦ ἀρχιερέως τὸν ἱλασμὸν οἱ αὐτοὶ νεανίαι πάλιν ἐφάνησαν τῷ Ἡλιοδώρῳ ἐν ταῖς αὐταῖς ἐσθήσεσιν ἐστολισμένοι καὶ στάντες εἶπον Πολλὰς Ονια τῷ ἀρχιερεῖ χάριτας ἔχε, διὰ γὰρ αὐτόν σοι κεχάρισται τὸ ζῆν ὁ κύριος· |
|
34 | And see that you, who have been scourged by heaven, report to all men the majestic power of God." Having said this they vanished. | | σὺ δὲ ἐξ οὐρανοῦ μεμαστιγωμένος διάγγελλε πᾶσι τὸ μεγαλεῖον τοῦ θεοῦ κράτος. ταῦτα δὲ εἰπόντες ἀφανεῖς ἐγένοντο. |