|
3 |
katapi NEW STUDY BIBLE |
Passage |
Old Testament in Greek (Septuagint) |
|
|
22 | While they were calling upon the Almighty Lord that he would keep what had been entrusted safe and secure for those who had entrusted it, | The LORD protects his temple. 2Mace.3.22-28 | οἱ μὲν οὖν ἐπεκαλοῦντο τὸν παγκρατῆ κύριον τὰ πεπιστευμένα τοῖς πεπιστευκόσιν σῶα διαφυλάσσειν μετὰ πάσης ἀσφαλείας. |
|
23 | Heliodourus went on with what had been decided. | | ὁ δὲ Ἡλιόδωρος τὸ διεγνωσμένον ἐπετέλει. |
|
24 | But when he arrived at the treasury with his bodyguard, then and there the Sovereign of spirits and of all authority caused so great a manifestation that all who had been so bold as to accompany him were astounded by the power of God, and became faint with terror. | | αὐτόθι δὲ αὐτοῦ σὺν τοῖς δορυφόροις κατὰ τὸ γαζοφυλάκιον ἤδη παρόντος ὁ τῶν πνευμάτων καὶ πάσης ἐξουσίας δυνάστης ἐπιφάνειαν μεγάλην ἐποίησεν ὥστε πάντας τοὺς κατατολμήσαντας συνελθεῖν καταπλαγέντας τὴν τοῦ θεοῦ δύναμιν εἰς ἔκλυσιν καὶ δειλίαν τραπῆναι· |
|
25 | For there appeared to them a magnificently caparisoned horse, with a rider of frightening mien, and it rushed furiously at Heliodourus and struck at him with its front hoofs. Its rider was seen to have armor and weapons of gold. | | ὤφθη γάρ τις ἵππος αὐτοῖς φοβερὸν ἔχων τὸν ἐπιβάτην καὶ καλλίστῃ σαγῇ διακεκοσμημένος, φερόμενος δὲ ῥύδην ἐνέσεισεν τῷ Ἡλιοδώρῳ τὰς ἐμπροσθίους ὁπλάς· ὁ δὲ ἐπικαθήμενος ἐφαίνετο χρυσῆν πανοπλίαν ἔχων. |
|
26 | Two young men also appeared to him, remarkably strong, gloriously beautiful and splendidly dressed, who stood on each side of him and scourged him continuously, inflicting many blows on him. | | ἕτεροι δὲ δύο προσεφάνησαν αὐτῷ νεανίαι τῇ ῥώμῃ μὲν ἐκπρεπεῖς, κάλλιστοι δὲ τὴν δόξαν, διαπρεπεῖς δὲ τὴν περιβολήν, οἳ καὶ περιστάντες ἐξ ἑκατέρου μέρους ἐμαστίγουν αὐτὸν ἀδιαλείπτως πολλὰς ἐπιρριπτοῦντες αὐτῷ πληγάς. |
|
27 | When he suddenly fell to the ground and deep darkness came over him, his men took him up and put him on a stretcher | | ἄφνω δὲ πεσόντα πρὸς τὴν γῆν καὶ πολλῷ σκότει περιχυθέντα συναρπάσαντες καὶ εἰς φορεῖον ἐνθέντες |
|
28 | and carried him away, this man who had just entered the aforesaid treasury with a great retinue and all his bodyguard but was now unable to help himself; and they recognized clearly the sovereign power of God. | | τὸν ἄρτι μετὰ πολλῆς παραδρομῆς καὶ πάσης δορυφορίας εἰς τὸ προειρημένον εἰσελθόντα γαζοφυλάκιον ἔφερον ἀβοήθητον ἑαυτῷ καθεστῶτα φανερῶς τὴν τοῦ θεοῦ δυναστείαν ἐπεγνωκότες. |