3 | katapi NEW STUDY BIBLE | Passage | Old Testament in Greek (Septuagint) |
13 | But Heliodourus, because of the king's commands which he had, said that this money must in any case be confiscated for the king's treasury. | Heliodorus plans to enter the temple. 2Mace.3.13-21 | ὁ δὲ Ἡλιόδωρος, δι' ἃς εἶχεν βασιλικὰς ἐντολάς, πάντως ἔλεγεν εἰς τὸ βασιλικὸν ἀναλημπτέα ταῦτα εἶναι. |
14 | So he set a day and went in to direct the inspection of these funds. There was no little distress throughout the whole city. | ταξάμενος δὲ ἡμέραν εἰσῄει τὴν περὶ τούτων ἐπίσκεψιν οἰκονομήσων· ἦν δὲ οὐ μικρὰ καθ' ὅλην τὴν πόλιν ἀγωνία. | |
15 | The priests prostrated themselves before the altar in their priestly garments and called toward heaven upon him who had given the law about deposits, that he should keep them safe for those who had deposited them. | οἱ δὲ ἱερεῖς πρὸ τοῦ θυσιαστηρίου ἐν ταῖς ἱερατικαῖς στολαῖς ῥίψαντες ἑαυτοὺς ἐπεκαλοῦντο εἰς οὐρανὸν τὸν περὶ παρακαταθήκης νομοθετήσαντα τοῖς παρακαταθεμένοις ταῦτα σῶα διαφυλάξαι. | |
16 | To see the appearance of the high priest was to be wounded at heart, for his face and the change in his colour disclosed the anguish of his soul. | ἦν δὲ ὁρῶντα τὴν τοῦ ἀρχιερέως ἰδέαν τιτρώσκεσθαι τὴν διάνοιαν· ἡ γὰρ ὄψις καὶ τὸ τῆς χρόας παρηλλαγμένον ἐνέφαινεν τὴν κατὰ ψυχὴν ἀγωνίαν· | |
17 | For terror and bodily trembling had come over the man, which plainly showed to those who looked at him the pain lodged in his heart. | περιεκέχυτο γὰρ περὶ τὸν ἄνδρα δέος τι καὶ φρικασμὸς σώματος, δι' ὧν πρόδηλον ἐγίνετο τοῖς θεωροῦσιν τὸ κατὰ καρδίαν ἐνεστὸς ἄλγος. | |
18 | People also hurried out of their houses in crowds to make a general supplication because the holy place was about to be brought into contempt. | ἔτι δὲ ἐκ τῶν οἰκιῶν ἀγεληδὸν ἐξεπήδων ἐπὶ πάνδημον ἱκετείαν διὰ τὸ μέλλειν εἰς καταφρόνησιν ἔρχεσθαι τὸν τόπον. | |
19 | Women, girded with sackcloth under their breasts, thronged the streets. Some of the maidens who were kept indoors ran together to the gates, and some to the walls, while others peered out of the windows. | ὑπεζωσμέναι δὲ ὑπὸ τοὺς μαστοὺς αἱ γυναῖκες σάκκους κατὰ τὰς ὁδοὺς ἐπλήθυνον· αἱ δὲ κατάκλειστοι τῶν παρθένων, αἱ μὲν συνέτρεχον ἐπὶ τοὺς πυλῶνας, αἱ δὲ ἐπὶ τὰ τείχη, τινὲς δὲ διὰ τῶν θυρίδων διεξέκυπτον· | |
20 | And holding up their hands to heaven, they all made entreaty. | πᾶσαι δὲ προτείνουσαι τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐποιοῦντο τὴν λιτανείαν· | |
21 | There was something pitiable in the prostration of the whole populace and the anxiety of the high priest in his great anguish. | ἐλεεῖν δ' ἦν τὴν τοῦ πλήθους παμμιγῆ πρόπτωσιν τήν τε τοῦ μεγάλως ἀγωνιῶντος ἀρχιερέως προσδοκίαν. |