|
3 |
katapi NEW STUDY BIBLE |
Passage |
Old Testament in Greek (Septuagint) |
|
|
7 | When Apollonius met the king, he told him of the money about which he had been informed. The king chose Heliodourus, who was in charge of his affairs, and sent him with commands to effect the removal of the aforesaid money. | Heliodorus sent to Jerusalem. 2Mace.3.7-12 | συμμείξας δὲ ὁ Ἀπολλώνιος τῷ βασιλεῖ περὶ τῶν μηνυθέντων αὐτῷ χρημάτων ἐνεφάνισεν· ὁ δὲ προχειρισάμενος Ἡλιόδωρον τὸν ἐπὶ τῶν πραγμάτων ἀπέστειλεν δοὺς ἐντολὰς τὴν τῶν προειρημένων χρημάτων ἐκκομιδὴν ποιήσασθαι. |
|
8 | Heliodourus at once set out on his journey, ostensibly to make a tour of inspection of the cities of Coelesyria and Phoenicia, but in fact to carry out the king's purpose. | | εὐθέως δὲ ὁ Ἡλιόδωρος ἐποιεῖτο τὴν πορείαν, τῇ μὲν ἐμφάσει ὡς τὰς κατὰ Κοίλην Συρίαν καὶ Φοινίκην πόλεις ἐφοδεῦσαι, τῷ πράγματι δὲ τὴν τοῦ βασιλέως πρόθεσιν ἐπιτελεῖν. |
|
9 | When he had arrived at Jerusalem and had been kindly welcomed by the high priest of the city, he told about the disclosure that had been made and stated why he had come, and he inquired whether this really was the situation. | | παραγενηθεὶς δὲ εἰς Ιεροσόλυμα καὶ φιλοφρόνως ὑπὸ τοῦ ἀρχιερέως τῆς πόλεως ἀποδεχθεὶς ἀνέθετο περὶ τοῦ γεγονότος ἐμφανισμοῦ, καὶ τίνος ἕνεκεν πάρεστιν διεσάφησεν· ἐπυνθάνετο δὲ εἰ ταῖς ἀληθείαις ταῦτα οὕτως ἔχοντα τυγχάνει. |
|
10 | The high priest explained that there were some deposits belonging to widows and orphans, | | τοῦ δὲ ἀρχιερέως ὑποδείξαντος παρακαταθήκας εἶναι χηρῶν τε καὶ ὀρφανῶν, |
|
11 | and also some money of Hyrcanus, son of Tobias, a man of very prominent position, and that it totaled in all four hundred talents of silver and two hundred of gold. To such an extent the impious Simon had misrepresented the facts. | | τινὰ δὲ καὶ Ὑρκανοῦ τοῦ Τωβιου σφόδρα ἀνδρὸς ἐν ὑπεροχῇ κειμένου - οὕτως ἦν διαβάλλων ὁ δυσσεβὴς Σιμων - , τὰ δὲ πάντα ἀργυρίου τετρακόσια τάλαντα, χρυσίου δὲ διακόσια· |
|
12 | And he said that it was utterly impossible that wrong should be done to those people who had trusted in the holiness of the place and in the sanctity and inviolability of the temple which is honoured throughout the whole world. | | ἀδικηθῆναι δὲ τοὺς πεπιστευκότας τῇ τοῦ τόπου ἁγιωσύνῃ καὶ τῇ τοῦ τετιμημένου κατὰ τὸν σύμπαντα κόσμον ἱεροῦ σεμνότητι καὶ ἀσυλίᾳ παντελῶς ἀμήχανον εἶναι. |