1 | katapi NEW STUDY BIBLE | Passage | Old Testament in Greek (Septuagint) |
24 | The prayer was to this effect: "O Lord, Lord God, Creator of all things, who is awe-inspiring and strong and just and merciful, who alone is King and is kind, | Nehemiah's prayer. 2Mace.1.24-29 | ἦν δὲ ἡ προσευχὴ τὸν τρόπον ἔχουσα τοῦτον Κύριε κύριε ὁ θεός, ὁ πάντων κτίστης, ὁ φοβερὸς καὶ ἰσχυρὸς καὶ δίκαιος καὶ ἐλεήμων, ὁ μόνος βασιλεὺς καὶ χρηστός, |
25 | who alone is bountiful, who alone is just and almighty and eternal, who rescue Israel from every evil, who chose the fathers and consecrate them, | ὁ μόνος χορηγός, ὁ μόνος δίκαιος καὶ παντοκράτωρ καὶ αἰώνιος, ὁ διασῴζων τὸν Ισραηλ ἐκ παντὸς κακοῦ, ὁ ποιήσας τοὺς πατέρας ἐκλεκτοὺς καὶ ἁγιάσας αὐτούς, | |
26 | accept this sacrifice on behalf of all your people Israel and preserve your portion and make it holy. | πρόσδεξαι τὴν θυσίαν ὑπὲρ παντὸς τοῦ λαοῦ σου Ισραηλ καὶ διαφύλαξον τὴν μερίδα σου καὶ καθαγίασον. | |
27 | Gather together our scattered people, set free those who are slaves among the Gentiles, look upon those who are rejected and despised, and let the Gentiles know that you are our God. | ἐπισυνάγαγε τὴν διασπορὰν ἡμῶν, ἐλευθέρωσον τοὺς δουλεύοντας ἐν τοῖς ἔθνεσιν, τοὺς ἐξουθενημένους καὶ βδελυκτοὺς ἔπιδε, καὶ γνώτωσαν τὰ ἔθνη ὅτι σὺ εἶ ὁ θεὸς ἡμῶν. | |
28 | Afflict those who oppress and are insolent with pride. | βασάνισον τοὺς καταδυναστεύοντας καὶ ἐξυβρίζοντας ἐν ὑπερηφανίᾳ. | |
29 | Plant your people in your holy place, as Moses said." | καταφύτευσον τὸν λαόν σου εἰς τὸν τόπον τὸν ἅγιόν σου, καθὼς εἶπεν Μωϋσῆς. |