1 | katapi NEW STUDY BIBLE | Passage | Old Testament in Greek (Septuagint) |
10 | Those in Jerusalem and those in Judea and the senate and Judas, To Aristobulus, who is of the family of the anointed priests, teacher of Ptolemy the king, and to the Jews in Egypt, | A LETTER TO ARISTOBULUS. Death of king Antiochus. 2Mace.1.10-17 | Οἱ ἐν Ιεροσολύμοις καὶ οἱ ἐν τῇ Ιουδαίᾳ καὶ ἡ γερουσία καὶ Ιουδας Ἀριστοβούλῳ διδασκάλῳ Πτολεμαίου τοῦ βασιλέως, ὄντι δὲ ἀπὸ τοῦ τῶν χριστῶν ἱερέων γένους, καὶ τοῖς ἐν Αἰγύπτῳ Ιουδαίοις χαίρειν καὶ ὑγιαίνειν. |
11 | Having been saved by God out of grave dangers we thank him greatly for taking our side against the king. | ἐκ μεγάλων κινδύνων ὑπὸ τοῦ θεοῦ σεσῳσμένοι μεγάλως εὐχαριστοῦμεν αὐτῷ ὡς ἂν πρὸς βασιλέα παρατασσόμενοι· | |
12 | For he drove out those who fought against the holy city. | αὐτὸς γὰρ ἐξέβρασεν τοὺς παραταξαμένους ἐν τῇ ἁγίᾳ πόλει. | |
13 | For when the leader reached Persia with a force that seemed irresistible, they were cut to pieces in the temple of Nanea by a deception employed by the priests of Nanea. | εἰς τὴν Περσίδα γενόμενος γὰρ ὁ ἡγεμὼν καὶ ἡ περὶ αὐτὸν ἀνυπόστατος δοκοῦσα εἶναι δύναμις κατεκόπησαν ἐν τῷ τῆς Ναναίας ἱερῷ, παραλογισμῷ χρησαμένων τῶν περὶ τὴν Ναναίαν ἱερέων. | |
14 | For under pretext of intending to marry her, Antiochus came to the place together with his friends, to secure most of its treasures as a dowry. | ὡς γὰρ συνοικήσων αὐτῇ παρεγένετο εἰς τὸν τόπον ὅ τε Ἀντίοχος καὶ οἱ σὺν αὐτῷ φίλοι χάριν τοῦ λαβεῖν τὰ χρήματα πλείονα εἰς φερνῆς λόγον | |
15 | When the priests of the temple of Nanea had set out the treasures and Antiochus had come with a few men inside the wall of the sacred precinct, they closed the temple as soon as he entered it. | καὶ προθέντων αὐτὰ τῶν ἱερέων τοῦ Ναναίου κἀκείνου προσελθόντος μετ' ὀλίγων εἰς τὸν περίβολον τοῦ τεμένους, συγκλείσαντες τὸ ἱερόν, ὡς εἰσῆλθεν Ἀντίοχος, | |
16 | Opening the secret door in the ceiling, they threw stones and struck down the leader and his men, and dismembered them and cut off their heads and threw them to the people outside. | ἀνοίξαντες τὴν τοῦ φατνώματος κρυπτὴν θύραν βάλλοντες πέτρους συνεκεραύνωσαν τὸν ἡγεμόνα καὶ μέλη ποιήσαντες καὶ τὰς κεφαλὰς ἀφελόντες τοῖς ἔξω παρέρριψαν. | |
17 | Blessed in every way be our God, who has brought judgment upon those who have behaved impiously. | κατὰ πάντα εὐλογητὸς ἡμῶν ὁ θεός, ὃς παρέδωκεν τοὺς ἀσεβήσαντας. |