|
1 |
katapi NEW STUDY BIBLE |
Passage |
Old Testament in Greek (Septuagint) |
|
|
1 1 | The Jewish brethren in Jerusalem and those in the land of Judea, To their Jewish brethren in Egypt, Greeting, and good peace. | MACCABEES 2. A letter to the Jews in Egypt. 2Mace.1.1-9 | Τοῖς ἀδελφοῖς τοῖς κατ' Αἴγυπτον Ιουδαίοις χαίρειν οἱ ἀδελφοὶ οἱ ἐν Ιεροσολύμοις Ιουδαῖοι καὶ οἱ ἐν τῇ χώρᾳ τῆς Ιουδαίας εἰρήνην ἀγαθήν· |
|
2 | May God do good to you, and may he remember his covenant with Abraham and Isaac and Jacob, his faithful servants. | | καὶ ἀγαθοποιήσαι ὑμῖν ὁ θεὸς καὶ μνησθείη τῆς διαθήκης αὐτοῦ τῆς πρὸς Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ τῶν δούλων αὐτοῦ τῶν πιστῶν· |
|
3 | May he give you all a heart to worship him and to do his will with a strong heart and a willing spirit. | | καὶ δῴη ὑμῖν καρδίαν πᾶσιν εἰς τὸ σέβεσθαι αὐτὸν καὶ ποιεῖν αὐτοῦ τὰ θελήματα καρδίᾳ μεγάλῃ καὶ ψυχῇ βουλομένῃ· |
|
4 | May he open your heart to his law and his commandments, and may he bring peace. | | καὶ διανοίξαι τὴν καρδίαν ὑμῶν ἐν τῷ νόμῳ αὐτοῦ καὶ ἐν τοῖς προστάγμασιν καὶ εἰρήνην ποιήσαι |
|
5 | May he hear your prayers and be reconciled to you, and may he not forsake you in time of evil. | | καὶ ἐπακούσαι ὑμῶν τῶν δεήσεων καὶ καταλλαγείη ὑμῖν καὶ μὴ ὑμᾶς ἐγκαταλίποι ἐν καιρῷ πονηρῷ. |
|
6 | We are now praying for you here. | | καὶ νῦν ὧδέ ἐσμεν προσευχόμενοι περὶ ὑμῶν. |
|
7 | In the reign of Demetrius, in the one hundred and sixty-ninth year, we Jews wrote to you, in the critical distress which came upon us in those years after Jason and his company revolted from the holy land and the kingdom | | βασιλεύοντος Δημητρίου ἔτους ἑκατοστοῦ ἑξηκοστοῦ ἐνάτου ἡμεῖς οἱ Ιουδαῖοι γεγράφαμεν ὑμῖν ἐν τῇ θλίψει καὶ ἐν τῇ ἀκμῇ τῇ ἐπελθούσῃ ἡμῖν ἐν τοῖς ἔτεσιν τούτοις ἀφ' οὗ ἀπέστη Ἰάσων καὶ οἱ μετ' αὐτοῦ ἀπὸ τῆς ἁγίας γῆς καὶ τῆς βασιλείας |
|
8 | and burned the gate and shed innocent blood. We besought the Lord and we were heard, and we offered sacrifice and cereal offering, and we lighted the lamps and we set out the loaves. | | καὶ ἐνεπύρισαν τὸν πυλῶνα καὶ ἐξέχεαν αἷμα ἀθῶον· καὶ ἐδεήθημεν τοῦ κυρίου καὶ εἰσηκούσθημεν καὶ προσηνέγκαμεν θυσίαν καὶ σεμίδαλιν καὶ ἐξήψαμεν τοὺς λύχνους καὶ προεθήκαμεν τοὺς ἄρτους. |
|
9 | And now see that you keep the feast of booths in the month of Chislev, in the one hundred and eighty-eighth year. | | καὶ νῦν ἵνα ἄγητε τὰς ἡμέρας τῆς σκηνοπηγίας τοῦ Χασελευ μηνός. ἔτους ἑκατοστοῦ ὀγδοηκοστοῦ καὶ ὀγδόου. |