|
| 16 |
katapi NEW STUDY BIBLE |
Passage |
Old Testament in Greek (Septuagint) |
|
|
| 11 | Now Ptolemy the son of Abubus had been appointed governor over the plain of Jericho, and he had much silver and gold, | The murder of Simon. 1Mace.16.11-23 | Καὶ Πτολεμαῖος ὁ τοῦ Ἀβούβου ἦν καθεσταμένος στρατηγὸς εἰς τὸ πεδίον Ιεριχω καὶ ἔσχεν ἀργύριον καὶ χρυσίον πολύ· |
|
| 12 | for he was son-in-law of the high priest. | | ἦν γὰρ γαμβρὸς τοῦ ἀρχιερέως. |
|
| 13 | His heart was lifted up; he determined to get control of the country, and made treacherous plans against Simon and his sons, to do away with them. | | καὶ ὑψώθη ἡ καρδία αὐτοῦ, καὶ ἐβουλήθη κατακρατῆσαι τῆς χώρας καὶ ἐβουλεύετο δόλῳ κατὰ Σιμωνος καὶ τῶν υἱῶν αὐτοῦ ἆραι αὐτούς. |
|
| 14 | Now Simon was visiting the cities of the country and attending to their needs, and he went down to Jericho with Mattathias and Judas his sons, in the one hundred and seventy-seventh year, in the eleventh month, which is the month of Shebat. | | Σιμων δὲ ἦν ἐφοδεύων τὰς πόλεις τὰς ἐν τῇ χώρᾳ καὶ φροντίζων τῆς ἐπιμελείας αὐτῶν· καὶ κατέβη εἰς Ιεριχω αὐτὸς καὶ Ματταθιας καὶ Ιουδας οἱ υἱοὶ αὐτοῦ ἔτους ἑβδόμου καὶ ἑβδομηκοστοῦ καὶ ἑκατοστοῦ ἐν μηνὶ ἑνδεκάτῳ οὗτος ὁ μὴν Σαβατ. |
|
| 15 | The son of Abubus received them treacherously in the little stronghold called Dok, which he had built; he gave them a great banquet, and hid men there. | | καὶ ὑπεδέξατο αὐτοὺς ὁ τοῦ Ἀβούβου εἰς τὸ ὀχυρωμάτιον τὸ καλούμενον Δωκ μετὰ δόλου, ὃ ᾠκοδόμησεν, καὶ ἐποίησεν αὐτοῖς πότον μέγαν καὶ ἐνέκρυψεν ἐκεῖ ἄνδρας. |
|
| 16 | When Simon and his sons were drunk, Ptolemy and his men rose up, took their weapons, and rushed in against Simon in the banquet hall, and they killed him and his two sons and some of his servants. | | καὶ ὅτε ἐμεθύσθη Σιμων καὶ οἱ υἱοὶ αὐτοῦ, ἐξανέστη Πτολεμαῖος καὶ οἱ παρ' αὐτοῦ καὶ ἔλαβον τὰ ὅπλα αὐτῶν καὶ ἐπεισῆλθον τῷ Σιμωνι εἰς τὸ συμπόσιον καὶ ἀπέκτειναν αὐτὸν καὶ τοὺς δύο υἱοὺς αὐτοῦ καί τινας τῶν παιδαρίων αὐτοῦ. |
|
| 17 | So he committed an act of great treachery and returned evil for good. | | καὶ ἐποίησεν ἀθεσίαν μεγάλην καὶ ἀπέδωκεν κακὰ ἀντὶ ἀγαθῶν. |
|
| 18 | Then Ptolemy wrote a report about these things and sent it to the king, asking him to send troops to aid him and to turn over to him the cities and the country. | | καὶ ἔγραψεν ταῦτα Πτολεμαῖος καὶ ἀπέστειλεν τῷ βασιλεῖ, ὅπως ἀποστείλῃ αὐτῷ δυνάμεις εἰς βοήθειαν καὶ παραδῷ τὴν χώραν αὐτῶν καὶ τὰς πόλεις. |
|
| 19 | He sent other men to Gazara to do away with John; he sent letters to the captains asking them to come to him so that he might give them silver and gold and gifts; | | καὶ ἀπέστειλεν ἑτέρους εἰς Γαζαρα ἆραι τὸν Ιωαννην, καὶ τοῖς χιλιάρχοις ἀπέστειλεν ἐπιστολὰς παραγενέσθαι πρὸς αὐτόν, ὅπως δῷ αὐτοῖς ἀργύριον καὶ χρυσίον καὶ δόματα, |
|
| 20 | and he sent other men to take possession of Jerusalem and the temple hill. | | καὶ ἑτέρους ἀπέστειλεν καταλαβέσθαι τὴν Ιερουσαλημ καὶ τὸ ὄρος τοῦ ἱεροῦ. |
|
| 21 | But some one ran ahead and reported to John at Gazara that his father and brothers had perished, and that "he has sent men to kill you also." | | καὶ προδραμών τις ἀπήγγειλεν Ιωαννη εἰς Γαζαρα ὅτι ἀπώλετο ὁ πατὴρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ ὅτι Ἀπέσταλκεν καὶ σὲ ἀποκτεῖναι. |
|
| 22 | When he heard this, he was greatly shocked; and he seized the men who came to destroy him and killed them, for he had found out that they were seeking to destroy him. | | καὶ ἀκούσας ἐξέστη σφόδρα καὶ συνέλαβεν τοὺς ἄνδρας τοὺς ἐλθόντας ἀπολέσαι αὐτὸν καὶ ἀπέκτεινεν αὐτούς· ἐπέγνω γὰρ ὅτι ἐζήτουν αὐτὸν ἀπολέσαι. |
|
| 23 | The rest of the acts of John and his wars and the brave deeds which he did, and the building of the walls which he built, and his achievements, | | Καὶ τὰ λοιπὰ τῶν λόγων Ιωαννου καὶ τῶν πολέμων αὐτοῦ καὶ τῶν ἀνδραγαθιῶν αὐτοῦ, ὧν ἠνδραγάθησεν, καὶ τῆς οἰκοδομῆς τῶν τειχῶν, ὧν ᾠκοδόμησεν, καὶ τῶν πράξεων αὐτοῦ, |