| 15 | katapi NEW STUDY BIBLE | Passage | Old Testament in Greek (Septuagint) |
| 25 | Antiochus the king besieged Dor anew, continually throwing his forces against it and making engines of war; and he shut Trypho up and kept him from going out or in. | Antiochus VII breaks with Simon. 1Mace.15.25-36 | Ἀντίοχος δὲ ὁ βασιλεὺς παρενέβαλεν ἐπὶ Δωρα ἐν τῇ δευτέρᾳ προσάγων διὰ παντὸς αὐτῇ τὰς χεῖρας καὶ μηχανὰς ποιούμενος καὶ συνέκλεισεν τὸν Τρύφωνα τοῦ ἐκπορεύεσθαι καὶ εἰσπορεύεσθαι. |
| 26 | And Simon sent to Antiochus two thousand picked men, to fight for him, and silver and gold and much military equipment. | καὶ ἀπέστειλεν αὐτῷ Σιμων δισχιλίους ἄνδρας ἐκλεκτοὺς συμμαχῆσαι αὐτῷ καὶ ἀργύριον καὶ χρυσίον καὶ σκεύη ἱκανά. | |
| 27 | But he refused to receive them, and he broke all the agreements he formerly had made with Simon, and became estranged from him. | καὶ οὐκ ἠβούλετο αὐτὰ δέξασθαι, ἀλλὰ ἠθέτησεν πάντα, ὅσα συνέθετο αὐτῷ τὸ πρότερον, καὶ ἠλλοτριοῦτο αὐτῷ. | |
| 28 | He sent to him Athenobius, one of his friends, to confer with him, saying, "You hold control of Joppa and Gazara and the citadel in Jerusalem; they are cities of my kingdom. | καὶ ἀπέστειλεν πρὸς αὐτὸν Ἀθηνόβιον ἕνα τῶν φίλων αὐτοῦ κοινολογησόμενον αὐτῷ λέγων Ὑμεῖς κατακρατεῖτε τῆς Ιοππης καὶ Γαζαρων καὶ τῆς ἄκρας τῆς ἐν Ιερουσαλημ, πόλεις τῆς βασιλείας μου. | |
| 29 | You have devastated their territory, you have done great damage in the land, and you have taken possession of many places in my kingdom. | τὰ ὅρια αὐτῶν ἠρημώσατε καὶ ἐποιήσατε πληγὴν μεγάλην ἐπὶ τῆς γῆς καὶ ἐκυριεύσατε τόπων πολλῶν ἐν τῇ βασιλείᾳ μου. | |
| 30 | Now then, hand over the cities which you have seized and the tribute money of the places which you have conquered outside the borders of Judea; | νῦν οὖν παράδοτε τὰς πόλεις, ἃς κατελάβεσθε, καὶ τοὺς φόρους τῶν τόπων, ὧν κατεκυριεύσατε ἐκτὸς τῶν ὁρίων τῆς Ιουδαίας. | |
| 31 | or else give me for them five hundred talents of silver, and for the destruction that you have caused and the tribute money of the cities, five hundred talents more. Otherwise we will come and conquer you." | εἰ δὲ μή, δότε ἀντ αὐτῶν πεντακόσια τάλαντα ἀργυρίου καὶ τῆς καταφθορᾶς, ἧς κατεφθάρκατε, καὶ τῶν φόρων τῶν πόλεων ἄλλα τάλαντα πεντακόσια· εἰ δὲ μή, παραγενόμενοι ἐκπολεμήσομεν ὑμᾶς. | |
| 32 | So Athenobius the friend of the king came to Jerusalem, and when he saw the splendour of Simon, and the sideboard with its gold and silver plate, and his great magnificence, he was amazed. He reported to him the words of the king, | καὶ ἦλθεν Ἀθηνόβιος ὁ φίλος τοῦ βασιλέως εἰς Ιερουσαλημ καὶ εἶδεν τὴν δόξαν Σιμωνος καὶ κυλικεῖον μετὰ χρυσωμάτων καὶ ἀργυρωμάτων καὶ παράστασιν ἱκανὴν καὶ ἐξίστατο καὶ ἀπήγγειλεν αὐτῷ τοὺς λόγους τοῦ βασιλέως. | |
| 33 | but Simon gave him this reply: "We have neither taken foreign land nor seized foreign property, but only the inheritance of our fathers, which at one time had been unjustly taken by our enemies. | καὶ ἀποκριθεὶς Σιμων εἶπεν αὐτῷ Οὔτε γῆν ἀλλοτρίαν εἰλήφαμεν οὔτε ἀλλοτρίων κεκρατήκαμεν, ἀλλὰ τῆς κληρονομίας τῶν πατέρων ἡμῶν, ὑπὸ δὲ ἐχθρῶν ἡμῶν ἀκρίτως ἔν τινι καιρῷ κατεκρατήθη· | |
| 34 | Now that we have the opportunity, we are firmly holding the inheritance of our fathers. | ἡμεῖς δὲ καιρὸν ἔχοντες ἀντεχόμεθα τῆς κληρονομίας τῶν πατέρων ἡμῶν. | |
| 35 | As for Joppa and Gazara, which you demand, they were causing great damage among the people and to our land; for them we will give you a hundred talents." Athenobius did not answer him a word, | περὶ δὲ Ιοππης καὶ Γαζαρων, ὧν αἰτεῖς, αὗται ἐποίουν ἐν τῷ λαῷ πληγὴν μεγάλην καὶ τὴν χώραν ἡμῶν, τούτων δώσομεν τάλαντα ἑκατόν. | |
| 36 | but returned in wrath to the king and reported to him these words and the splendour of Simon and all that he had seen. And the king was greatly angered. | καὶ οὐκ ἀπεκρίθη αὐτῷ λόγον, ἀπέστρεψεν δὲ μετὰ θυμοῦ πρὸς τὸν βασιλέα καὶ ἀπήγγειλεν αὐτῷ τοὺς λόγους τούτους καὶ τὴν δόξαν Σιμωνος καὶ πάντα, ὅσα εἶδεν, καὶ ὠργίσθη ὁ βασιλεὺς ὀργὴν μεγάλην. | |