| 15 | katapi NEW STUDY BIBLE | Passage | Old Testament in Greek (Septuagint) |
| 15 1 | Antiochus, the son of Demetrius the king, sent a letter from the islands of the sea to Simon, the priest and ethnarch of the Jews, and to all the nation; | Antiochus VII (Euergetes) asks for Simon's support.. 1Mace.15.1-14 | Καὶ ἀπέστειλεν Ἀντίοχος υἱὸς Δημητρίου τοῦ βασιλέως ἐπιστολὰς ἀπὸ τῶν νήσων τῆς θαλάσσης Σιμωνι ἱερεῖ καὶ ἐθνάρχῃ τῶν Ιουδαίων καὶ παντὶ τῷ ἔθνει, |
| 2 | its contents were as follows: "King Antiochus to Simon the hight priest and ethnarch and to the nation of the Jews, greeting. | καὶ ἦσαν περιέχουσαι τὸν τρόπον τοῦτον Βασιλεὺς Ἀντίοχος Σίμωνι ἱερεῖ μεγάλῳ καὶ ἐθνάρχῃ καὶ ἔθνει Ιουδαίων χαίρειν. | |
| 3 | Whereas certain pestilent men have gained control of the kingdom of our fathers, and I intend to lay claim to the kingdom so that I may restore it as it formerly was, and have recruited a host of mercenary troops and have equipped warships, | ἐπεί τινες λοιμοὶ κατεκράτησαν τῆς βασιλείας τῶν πατέρων ἡμῶν, βούλομαι δὲ ἀντιποιήσασθαι τῆς βασιλείας, ὅπως ἀποκαταστήσω αὐτὴν ὡς ἦν τὸ πρότερον, ἐξενολόγησα δὲ πλῆθος δυνάμεων καὶ κατεσκεύασα πλοῖα πολεμικά, | |
| 4 | and intend to make a landing in the country so that I may proceed against those who have destroyed our country and those who have devastated many cities in my kingdom, | βούλομαι δὲ ἐκβῆναι κατὰ τὴν χώραν, ὅπως μετέλθω τοὺς κατεφθαρκότας τὴν χώραν ἡμῶν καὶ τοὺς ἠρημωκότας πόλεις πολλὰς ἐν τῇ βασιλείᾳ μου, | |
| 5 | now therefore I confirm to you all the tax remissions that the kings before me have granted you, and release from all the other payments from which they have released you. | νῦν οὖν ἵστημί σοι πάντα τὰ ἀφέματα, ἃ ἀφῆκάν σοι οἱ πρὸ ἐμοῦ βασιλεῖς, καὶ ὅσα ἄλλα δόματα ἀφῆκάν σοι. | |
| 6 | I permit you to mint your own coinage as money for your country, | καὶ ἐπέτρεψά σοι ποιῆσαι κόμμα ἴδιον, νόμισμα τῇ χώρᾳ σου, | |
| 7 | and I grant freedom to Jerusalem and the sanctuary. All the weapons which you have prepared and the strongholds which you have built and now hold shall remain yours. | Ιερουσαλημ δὲ καὶ τὰ ἅγια εἶναι ἐλεύθερα· καὶ πάντα τὰ ὅπλα, ὅσα κατεσκεύασας, καὶ τὰ ὀχυρώματα, ἃ ᾠκοδόμησας, ὧν κρατεῖς, μενέτω σοι. | |
| 8 | Every debt you owe to the royal treasury and any such future debts shall be canceled for you from henceforth and for all time. | καὶ πᾶν ὀφείλημα βασιλικὸν καὶ τὰ ἐσόμενα βασιλικὰ ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν ἅπαντα χρόνον ἀφιέσθω σοι· | |
| 9 | When we gain control of our kingdom, we will bestow great honour upon you and your nation and the temple, so that your glory will become manifest in all the earth." | ὡς δ' ἂν κρατήσωμεν τῆς βασιλείας ἡμῶν, δοξάσομέν σε καὶ τὸ ἔθνος σου καὶ τὸ ἱερὸν δόξῃ μεγάλῃ ὥστε φανερὰν γενέσθαι τὴν δόξαν ὑμῶν ἐν πάσῃ τῇ γῇ. | |
| 10 | In the one hundred and seventy-fourth year Antiochus set out and invaded the land of his fathers. All the troops rallied to him, so that there were few with Trypho. | Ἔτους τετάρτου καὶ ἑβδομηκοστοῦ καὶ ἑκατοστοῦ ἐξῆλθεν Ἀντίοχος εἰς τὴν γῆν τῶν πατέρων αὐτοῦ, καὶ συνῆλθον πρὸς αὐτὸν πᾶσαι αἱ δυνάμεις ὥστε ὀλίγους εἶναι σὺν Τρύφωνι. | |
| 11 | Antiochus pursued him, and he came in his flight to Dor, which is by the sea; | καὶ ἐδίωξεν αὐτὸν Ἀντίοχος, καὶ ἦλθεν εἰς Δωρα φεύγων τὴν ἐπὶ θαλάσσης· | |
| 12 | for he knew that troubles had converged upon him, and his troops had deserted him. | ᾔδει γὰρ ὅτι ἐπισυνῆκται ἐπ' αὐτὸν τὰ κακά, καὶ ἀφῆκαν αὐτὸν αἱ δυνάμεις. | |
| 13 | So Antiochus encamped against Dor, and with him were a hundred and twenty thousand warriors and eight thousand cavalry. | καὶ παρενέβαλεν Ἀντίοχος ἐπὶ Δωρα, καὶ σὺν αὐτῷ δώδεκα μυριάδες ἀνδρῶν πολεμιστῶν καὶ ὀκτακισχιλία ἵππος. | |
| 14 | He surrounded the city, and the ships joined battle from the sea; he pressed the city hard from land and sea, and permitted no one to leave or enter it. | καὶ ἐκύκλωσεν τὴν πόλιν, καὶ τὰ πλοῖα ἀπὸ θαλάσσης συνῆψαν, καὶ ἔθλιβε τὴν πόλιν ἀπὸ τῆς γῆς καὶ τῆς θαλάσσης, καὶ οὐκ εἴασεν οὐδένα ἐκπορεύεσθαι οὐδὲ εἰσπορεύεσθαι. | |