|
| 12 |
katapi NEW STUDY BIBLE |
Passage |
Old Testament in Greek (Septuagint) |
|
|
| 39 | Then Trypho attempted to become king in Asia and put on the crown, and to raise his hand against Antiochus the king. | Trypho captures Jonathan. 1Mace.12.39-53 | Καὶ ἐζήτησεν Τρύφων βασιλεῦσαι τῆς Ἀσίας καὶ περιθέσθαι τὸ διάδημα καὶ ἐκτεῖναι χεῖρα ἐπ' Ἀντίοχον τὸν βασιλέα. |
|
| 40 | He feared that Jonathan might not permit him to do so, but might make war on him, so he kept seeking to seize and kill him, and he marched forth and came to Beth-shan. | | καὶ εὐλαβήθη μήποτε οὐκ ἐάσῃ αὐτὸν Ιωναθαν καὶ μήποτε πολεμήσῃ πρὸς αὐτόν, καὶ ἐζήτει συλλαβεῖν αὐτὸν τοῦ ἀπολέσαι, καὶ ἀπάρας ἦλθεν εἰς Βαιθσαν. |
|
| 41 | Jonathan went out to meet him with forty thousand picked fighting men, and he came to Beth-shan. | | καὶ ἐξῆλθεν Ιωναθαν εἰς ἀπάντησιν αὐτῷ ἐν τεσσαράκοντα χιλιάσιν ἀνδρῶν ἐπιλελεγμέναις εἰς παράταξιν καὶ ἦλθεν εἰς Βαιθσαν. |
|
| 42 | When Trypho saw that he had come with a large army, he was afraid to raise his hand against him. | | καὶ εἶδεν Τρύφων ὅτι ἦλθεν μετὰ δυνάμεως πολλῆς, καὶ ἐκτεῖναι χεῖρας ἐπ' αὐτὸν εὐλαβήθη. |
|
| 43 | So he received him with honour and commended him to all his friends, and he gave him gifts and commanded his friends and his troops to obey him as they would himself. | | καὶ ἐπεδέξατο αὐτὸν ἐνδόξως καὶ συνέστησεν αὐτὸν πᾶσιν τοῖς φίλοις αὐτοῦ καὶ ἔδωκεν αὐτῷ δόματα καὶ ἐπέταξεν τοῖς φίλοις αὐτοῦ καὶ ταῖς δυνάμεσιν αὐτοῦ ὑπακούειν αὐτοῦ ὡς αὑτοῦ. |
|
| 44 | Then he said to Jonathan, "Why have you wearied all these people when we are not at war? | | καὶ εἶπεν τῷ Ιωναθαν Ἵνα τί ἐκόπωσας πάντα τὸν λαὸν τοῦτον πολέμου μὴ ἐνεστηκότος ἡμῖν; |
|
| 45 | Dismiss them now to their homes and choose for yourself a few men to stay with you, and come with me to Ptolemais. I will hand it over to you as well as the other strongholds and the remaining troops and all the officials, and will turn round and go home. For that is why I am here." | | καὶ νῦν ἀπόστειλον αὐτοὺς εἰς τοὺς οἴκους αὐτῶν, ἐπίλεξαι δὲ σεαυτῷ ἄνδρας ὀλίγους, οἵτινες ἔσονται μετὰ σοῦ, καὶ δεῦρο μετ' ἐμοῦ εἰς Πτολεμαίδα, καὶ παραδώσω σοι αὐτὴν καὶ τὰ λοιπὰ ὀχυρώματα καὶ τὰς δυνάμεις τὰς λοιπὰς καὶ πάντας τοὺς ἐπὶ τῶν χρειῶν, καὶ ἐπιστρέψας ἀπελεύσομαι· τούτου γὰρ χάριν πάρειμι. |
|
| 46 | Jonathan trusted him and did as he said; he sent away the troops, and they returned to the land of Judah. | | καὶ ἐμπιστεύσας αὐτῷ ἐποίησεν καθὼς εἶπεν, καὶ ἐξαπέστειλεν τὰς δυνάμεις, καὶ ἀπῆλθον εἰς γῆν Ιουδα. |
|
| 47 | He kept with himself three thousand men, two thousand of whom he left in Galilee, while a thousand accompanied him. | | κατέλιπεν δὲ μεθ' ἑαυτοῦ ἄνδρας τρισχιλίους, ὧν δισχιλίους ἀφῆκεν ἐν τῇ Γαλιλαίᾳ, χίλιοι δὲ συνῆλθον αὐτῷ. |
|
| 48 | But when Jonathan entered Ptolemais, the men of Ptolemais closed the gates and seized him, and all who had entered with him they killed with the sword. | | ὡς δὲ εἰσῆλθεν Ιωναθαν εἰς Πτολεμαίδα, ἀπέκλεισαν οἱ Πτολεμαεῖς τὰς πύλας καὶ συνέλαβον αὐτόν, καὶ πάντας τοὺς συνεισελθόντας μετ' αὐτοῦ ἀπέκτειναν ἐν ῥομφαίᾳ. |
|
| 49 | Then Trypho sent troops and cavalry into Galilee and the Great Plain to destroy all Jonathan's soldiers. | | καὶ ἀπέστειλεν Τρύφων δυνάμεις καὶ ἵππον εἰς τὴν Γαλιλαίαν καὶ τὸ πεδίον τὸ μέγα τοῦ ἀπολέσαι πάντας τοὺς παρὰ Ιωναθου. |
|
| 50 | But they realized that Jonathan had been seized and had perished along with his men, and they encouraged one another and kept marching in close formation, ready for battle. | | καὶ ἐπέγνωσαν ὅτι συνελήμφθη καὶ ἀπόλωλεν καὶ οἱ μετ' αὐτοῦ, καὶ παρεκάλεσαν ἑαυτοὺς καὶ ἐπορεύοντο συνεστραμμένοι ἕτοιμοι εἰς πόλεμον. |
|
| 51 | When their pursuers saw that they would fight for their lives, they turned back. | | καὶ εἶδον οἱ διώκοντες ὅτι περὶ ψυχῆς αὐτοῖς ἐστιν, καὶ ἐπέστρεψαν. |
|
| 52 | So they all reached the land of Judah safely, and they mourned for Jonathan and his companions and were in great fear; and all Israel mourned deeply. | | καὶ ἦλθον πάντες μετ' εἰρήνης εἰς γῆν Ιουδα καὶ ἐπένθησαν τὸν Ιωναθαν καὶ τοὺς μετ' αὐτοῦ καὶ ἐφοβήθησαν σφόδρα· καὶ ἐπένθησεν πᾶς Ισραηλ πένθος μέγα. |
|
| 53 | And all the nations round about them tried to destroy them, for they said, "They have no leader or helper. Now therefore let us make war on them and blot out the memory of them from among men." | | καὶ ἐζήτησαν πάντα τὰ ἔθνη τὰ κύκλῳ αὐτῶν ἐκτρῖψαι αὐτούς· εἶπον γάρ Οὐκ ἔχουσιν ἄρχοντα καὶ βοηθοῦντα· νῦν οὖν πολεμήσωμεν αὐτοὺς καὶ ἐξάρωμεν ἐξ ἀνθρώπων τὸ μνημόσυνον αὐτῶν. |