|
| 12 |
katapi NEW STUDY BIBLE |
Passage |
Old Testament in Greek (Septuagint) |
|
|
| 24 | Now Jonathan heard that the commanders of Demetrius had returned, with a larger force than before, to wage war against him. | Campaigns of Jonathan & Simon. 1Mace.12.24-38 | Καὶ ἤκουσεν Ιωναθαν ὅτι ἐπέστρεψαν οἱ ἄρχοντες Δημητρίου μετὰ δυνάμεως πολλῆς ὑπὲρ τὸ πρότερον τοῦ πολεμῆσαι πρὸς αὐτόν. |
|
| 25 | So he marched away from Jerusalem and met them in the region of Hamath, for he gave them no opportunity to invade his own country. | | καὶ ἀπῆρεν ἐξ Ιερουσαλημ καὶ ἀπήντησεν αὐτοῖς εἰς τὴν Αμαθῖτιν χώραν· οὐ γὰρ ἔδωκεν αὐτοῖς ἀνοχὴν τοῦ ἐμβατεῦσαι εἰς τὴν χώραν αὐτοῦ. |
|
| 26 | He sent spies to their camp, and they returned and reported to him that the enemy were being drawn up in formation to fall upon the Jews by night. | | καὶ ἀπέστειλεν κατασκόπους εἰς τὴν παρεμβολὴν αὐτῶν, καὶ ἐπέστρεψαν καὶ ἀπήγγειλαν αὐτῷ ὅτι οὕτως τάσσονται ἐπιπεσεῖν ἐπ' αὐτοὺς τὴν νύκτα. |
|
| 27 | So when the sun set, Jonathan commanded his men to be alert and to keep their arms at hand so as to be ready all night for battle, and he stationed outposts around the camp. | | ὡς δὲ ἔδυ ὁ ἥλιος, ἐπέταξεν Ιωναθαν τοῖς παρ' αὐτοῦ γρηγορεῖν καὶ εἶναι ἐπὶ τοῖς ὅπλοις ἑτοιμάζεσθαι εἰς πόλεμον δι' ὅλης τῆς νυκτὸς καὶ ἐξέβαλεν προφύλακας κύκλῳ τῆς παρεμβολῆς. |
|
| 28 | When the enemy heard that Jonathan and his men were prepared for battle, they were afraid and were terrified at heart; so they kindled fires in their camp and withdrew. | | καὶ ἤκουσαν οἱ ὑπεναντίοι ὅτι ἡτοίμασται Ιωναθαν καὶ οἱ παρ' αὐτοῦ εἰς πόλεμον, καὶ ἐφοβήθησαν καὶ ἔπτηξαν τῇ καρδίᾳ αὐτῶν καὶ ἀνέκαυσαν πυρὰς ἐν τῇ παρεμβολῇ αὐτῶν. |
|
| 29 | But Jonathan and his men did not know it until morning, for they saw the fires burning. | | Ιωναθαν δὲ καὶ οἱ παρ' αὐτοῦ οὐκ ἔγνωσαν ἕως πρωί, ἔβλεπον γὰρ τὰ φῶτα καιόμενα. |
|
| 30 | Then Jonathan pursued them, but he did not overtake them, for they had crossed the Eleutherus river. | | καὶ κατεδίωξεν Ιωναθαν ὀπίσω αὐτῶν καὶ οὐ κατέλαβεν αὐτούς, διέβησαν γὰρ τὸν Ἑλεύθερον ποταμόν. |
|
| 31 | So Jonathan turned aside against the Arabs who are called Zabadeans, and he crushed them and plundered them. | | καὶ ἐξέκλινεν Ιωναθαν ἐπὶ τοὺς Ἄραβας τοὺς καλουμένους Ζαβαδαίους καὶ ἐπάταξεν αὐτοὺς καὶ ἔλαβεν τὰ σκῦλα αὐτῶν. |
|
| 32 | Then he broke camp and went to Damascus, and marched through all that region. | | καὶ ἀναζεύξας ἦλθεν εἰς Δαμασκὸν καὶ διώδευσεν ἐν πάσῃ τῇ χώρᾳ. |
|
| 33 | Simon also went forth and marched through the country as far as Askalon and the neighbouring strongholds. He turned aside to Joppa and took it by surprise, | | καὶ Σιμων ἐξῆλθεν καὶ διώδευσεν ἕως Ἀσκαλῶνος καὶ τὰ πλησίον ὀχυρώματα καὶ ἐξέκλινεν εἰς Ιοππην καὶ προκατελάβετο αὐτήν· |
|
| 34 | for he had heard that they were ready to hand over the stronghold to the men whom Demetrius had sent. And he stationed a garrison there to guard it. | | ἤκουσεν γὰρ ὅτι βούλονται τὸ ὀχύρωμα παραδοῦναι τοῖς παρὰ Δημητρίου· καὶ ἔθετο ἐκεῖ φρουράν, ὅπως φυλάσσωσιν αὐτήν. |
|
| 35 | When Jonathan returned he convened the elders of the people and planned with them to build strongholds in Judea, | | καὶ ἐπέστρεψεν Ιωναθαν καὶ ἐξεκκλησίασεν τοὺς πρεσβυτέρους τοῦ λαοῦ καὶ ἐβουλεύετο μετ' αὐτῶν τοῦ οἰκοδομῆσαι ὀχυρώματα ἐν τῇ Ιουδαίᾳ |
|
| 36 | to build the walls of Jerusalem still higher, and to erect a high barrier between the citadel and the city to separate it from the city, in order to isolate it so that its garrison could neither buy nor sell. | | καὶ προσυψῶσαι τὰ τείχη Ιερουσαλημ καὶ ὑψῶσαι ὕψος μέγα ἀνὰ μέσον τῆς ἄκρας καὶ τῆς πόλεως εἰς τὸ διαχωρίζειν αὐτὴν τῆς πόλεως, ἵνα ᾖ αὕτη κατὰ μόνας, ὅπως μήτε ἀγοράζωσιν μήτε πωλῶσιν. |
|
| 37 | So they gathered together to build up the city; part of the wall on the valley to the east had fallen, and he repaired the section called Chaphenatha. | | καὶ συνήχθησαν τοῦ οἰκοδομεῖν τὴν πόλιν, καὶ ἔπεσεν τοῦ τείχους τοῦ χειμάρρου τοῦ ἐξ ἀπηλιώτου, καὶ ἐπεσκεύασεν τὸ καλούμενον Χαφεναθα. |
|
| 38 | And Simon built Adida in the Shephelah; he fortified it and installed gates with bolts. | | καὶ Σιμων ᾠκοδόμησεν τὴν Αδιδα ἐν τῇ Σεφηλα καὶ ὠχύρωσεν αὐτὴν καὶ ἐπέστησεν θύρας καὶ μοχλούς. |