|
| 12 |
katapi NEW STUDY BIBLE |
Passage |
Old Testament in Greek (Septuagint) |
|
|
| 12 1 | Now when Jonathan saw that the time was favourable for him, he chose men and sent them to Rome to confirm and renew the friendship with them. | Alliances with Rome & Sparta. 1Mace.12.1-23 | Καὶ εἶδεν Ιωναθαν ὅτι ὁ καιρὸς αὐτῷ συνεργεῖ, καὶ ἐπελέξατο ἄνδρας καὶ ἀπέστειλεν εἰς Ῥώμην στῆσαι καὶ ἀνανεώσασθαι τὴν πρὸς αὐτοὺς φιλίαν. |
|
| 2 | He also sent letters to the same effect to the Spartans and to other places. | | καὶ πρὸς Σπαρτιάτας καὶ τόπους ἑτέρους ἀπέστειλεν ἐπιστολὰς κατὰ τὰ αὐτά. |
|
| 3 | So they went to Rome and entered the senate chamber and said, "Jonathan the high priest and the Jewish nation have sent us to renew the former friendship and alliance with them." | | καὶ ἐπορεύθησαν εἰς Ῥώμην καὶ εἰσῆλθον εἰς τὸ βουλευτήριον καὶ εἶπον Ιωναθαν ὁ ἀρχιερεὺς καὶ τὸ ἔθνος τῶν Ιουδαίων ἀπέστειλεν ἡμᾶς ἀνανεώσασθαι τὴν φιλίαν ἑαυτοῖς καὶ τὴν συμμαχίαν κατὰ τὸ πρότερον. |
|
| 4 | And the Romans gave them letters to the people in every place, asking them to provide for the envoys safe conduct to the land of Judah. | | καὶ ἔδωκαν ἐπιστολὰς αὐτοῖς πρὸς αὐτοὺς κατὰ τόπον, ὅπως προπέμπωσιν αὐτοὺς εἰς γῆν Ιουδα μετ' εἰρήνης. |
|
| 5 | This is a copy of the letter which Jonathan wrote to the Spartans: | | Καὶ τοῦτο τὸ ἀντίγραφον τῶν ἐπιστολῶν, ὧν ἔγραψεν Ιωναθαν τοῖς Σπαρτιάταις |
|
| 6 | "Jonathan the high priest, the senate of the nation, the priests, and the rest of the Jewish people to their brethren the Spartans, greeting.
| | Ιωναθαν ἀρχιερεὺς καὶ ἡ γερουσία τοῦ ἔθνους καὶ οἱ ἱερεῖς καὶ ὁ λοιπὸς δῆμος τῶν Ιουδαίων Σπαρτιάταις τοῖς ἀδελφοῖς χαίρειν. |
|
| 7 | Already in time past a letter was sent to Onias the high priest from Arius, who was king among you, stating that you are our brethren, as the appended copy shows. | | ἔτι πρότερον ἀπεστάλησαν ἐπιστολαὶ πρὸς Ονιαν τὸν ἀρχιερέα παρὰ Ἀρείου τοῦ βασιλεύοντος ἐν ὑμῖν ὅτι ἐστὲ ἀδελφοὶ ἡμῶν, ὡς τὸ ἀντίγραφον ὑπόκειται. |
|
| 8 | Onias welcomed the envoy with honour, and received the letter, which contained a clear declaration of alliance and friendship. | | καὶ ἐπεδέξατο ὁ Ονιας τὸν ἄνδρα τὸν ἀπεσταλμένον ἐνδόξως καὶ ἔλαβεν τὰς ἐπιστολάς, ἐν αἷς διεσαφεῖτο περὶ συμμαχίας καὶ φιλίας. |
|
| 9 | Therefore, though we have no need of these things, since we have as encouragement the holy books which are in our hands, | | ἡμεῖς οὖν ἀπροσδεεῖς τούτων ὄντες παράκλησιν ἔχοντες τὰ βιβλία τὰ ἅγια τὰ ἐν ταῖς χερσὶν ἡμῶν |
|
| 10 | we have undertaken to send to renew our brotherhood and friendship with you, so that we may not become estranged from you, for considerable time has passed since you sent your letter to us. | | ἐπειράθημεν ἀποστεῖλαι τὴν πρὸς ὑμᾶς ἀδελφότητα καὶ φιλίαν ἀνανεώσασθαι πρὸς τὸ μὴ ἐξαλλοτριωθῆναι ὑμῶν· πολλοὶ γὰρ καιροὶ διῆλθον ἀφ' οὗ ἀπεστείλατε πρὸς ἡμᾶς. |
|
| 11 | We therefore remember you constantly on every occasion, both in our feasts and on other appropriate days, at the sacrifices which we offer and in our prayers, as it is right and proper to remember brethren. | | ἡμεῖς οὖν ἐν παντὶ καιρῷ ἀδιαλείπτως ἔν τε ταῖς ἑορταῖς καὶ ταῖς λοιπαῖς καθηκούσαις ἡμέραις μιμνῃσκόμεθα ὑμῶν ἐφ' ὧν προσφέρομεν θυσιῶν καὶ ἐν ταῖς προσευχαῖς, ὡς δέον ἐστὶν καὶ πρέπον μνημονεύειν ἀδελφῶν. |
|
| 12 | And we rejoice in your glory. | | εὐφραινόμεθα δὲ ἐπὶ τῇ δόξῃ ὑμῶν. |
|
| 13 | But as for ourselves, many afflictions and many wars have encircled us; the kings round about us have waged war against us. | | ἡμᾶς δὲ ἐκύκλωσαν πολλαὶ θλίψεις καὶ πόλεμοι πολλοί, καὶ ἐπολέμησαν ἡμᾶς οἱ βασιλεῖς οἱ κύκλῳ ἡμῶν. |
|
| 14 | We were unwilling to annoy you and our other allies and friends with these wars, | | οὐκ ἠβουλόμεθα οὖν παρενοχλῆσαι ὑμῖν καὶ τοῖς λοιποῖς συμμάχοις καὶ φίλοις ἡμῶν ἐν τοῖς πολέμοις τούτοις· |
|
| 15 | for we have the help which comes from Heaven for our aid; and we were delivered from our enemies and our enemies were humbled. | | ἔχομεν γὰρ τὴν ἐξ οὐρανοῦ βοήθειαν βοηθοῦσαν ἡμῖν καὶ ἐρρύσθημεν ἀπὸ τῶν ἐχθρῶν, καὶ ἐταπεινώθησαν οἱ ἐχθροὶ ἡμῶν. |
|
| 16 | We therefore have chosen Numenius the son of Antiochus and Antipater the son of Jason, and have sent them to Rome to renew our former friendship and alliance with them. | | ἐπελέξαμεν οὖν Νουμήνιον Ἀντιόχου καὶ Ἀντίπατρον Ἰάσονος καὶ ἀπεστάλκαμεν πρὸς Ῥωμαίους ἀνανεώσασθαι τὴν πρὸς αὐτοὺς φιλίαν καὶ συμμαχίαν τὴν πρότερον. |
|
| 17 | We have commanded them to go also to you and greet you and deliver to you this letter from us concerning the renewal of our brotherhood. | | ἐνετειλάμεθα οὖν αὐτοῖς καὶ πρὸς ὑμᾶς πορευθῆναι καὶ ἀσπάσασθαι ὑμᾶς καὶ ἀποδοῦναι ὑμῖν τὰς παρ' ἡμῶν ἐπιστολὰς περὶ τῆς ἀνανεώσεως καὶ τῆς ἀδελφότητος ἡμῶν. |
|
| 18 | And now please send us a reply to this." | | καὶ νῦν καλῶς ποιήσετε ἀντιφωνήσαντες ἡμῖν πρὸς ταῦτα. |
|
| 19 | This is a copy of the letter which they sent to Onias: | | Καὶ τοῦτο τὸ ἀντίγραφον τῶν ἐπιστολῶν, ὧν ἀπέστειλαν Ονια |
|
| 20 | "Arius, king of the Spartans, to Onias the high priest, greeting. | | Ἄρειος βασιλεὺς Σπαρτιατῶν Ονια ἱερεῖ μεγάλῳ χαίρειν. |
|
| 21 | It has been found in writing concerning the Spartans and the Jews that they are brethren and are of the family of Abraham. | | εὑρέθη ἐν γραφῇ περί τε τῶν Σπαρτιατῶν καὶ Ιουδαίων ὅτι εἰσὶν ἀδελφοὶ καὶ ὅτι εἰσὶν ἐκ γένους Αβρααμ. |
|
| 22 | And now that we have learned this, please write us concerning your welfare; | | καὶ νῦν ἀφ' οὗ ἔγνωμεν ταῦτα, καλῶς ποιήσετε γράφοντες ἡμῖν περὶ τῆς εἰρήνης ὑμῶν, |
|
| 23 | we on our part write to you that your cattle and your property belong to us, and ours belong to you. We therefore command that our envoys report to you accordingly." | | καὶ ἡμεῖς δὲ ἀντιγράφομεν ὑμῖν τὰ κτήνη ὑμῶν καὶ ἡ ὕπαρξις ὑμῶν ἡμῖν ἐστιν, καὶ τὰ ἡμῶν ὑμῖν ἐστιν. ἐντελλόμεθα οὖν ὅπως ἀπαγγείλωσιν ὑμῖν κατὰ ταῦτα. |