|
| 11 |
katapi NEW STUDY BIBLE |
Passage |
Old Testament in Greek (Septuagint) |
|
|
| 54 | After this Trypho returned, and with him the young boy Antiochus who began to reign and put on the crown. | Jonathan supports Antiochus VI (Epiphanes). 1Mace.11.54-74 | Μετὰ δὲ ταῦτα ἀπέστρεψεν Τρύφων καὶ Ἀντίοχος μετ' αὐτοῦ παιδάριον νεώτερον· καὶ ἐβασίλευσεν καὶ ἐπέθετο διάδημα. |
|
| 55 | All the troops that Demetrius had cast off gathered around him, and they fought against Demetrius, and he fled and was routed. | | καὶ ἐπισυνήχθησαν πρὸς αὐτὸν πᾶσαι αἱ δυνάμεις, ἃς ἀπεσκοράκισεν Δημήτριος, καὶ ἐπολέμησαν πρὸς αὐτόν, καὶ ἔφυγεν καὶ ἐτροπώθη. |
|
| 56 | And Trypho captured the elephants and gained control of Antioch. | | καὶ ἔλαβεν Τρύφων τὰ θηρία καὶ κατεκράτησεν τῆς Ἀντιοχείας. |
|
| 57 | Then the young Antiochus wrote to Jonathan, saying, "I confirm you in the high priesthood and set you over the four districts and make you one of the friends of the king." | | καὶ ἔγραψεν Ἀντίοχος ὁ νεώτερος Ιωναθη λέγων Ἵστημί σοι τὴν ἀρχιερωσύνην καὶ καθίστημί σε ἐπὶ τῶν τεσσάρων νομῶν καὶ εἶναί σε τῶν φίλων τοῦ βασιλέως. |
|
| 58 | And he sent him gold plate and a table service, and granted him the right to drink from gold cups and dress in purple and wear a gold buckle. | | καὶ ἀπέστειλεν αὐτῷ χρυσώματα καὶ διακονίαν καὶ ἔδωκεν αὐτῷ ἐξουσίαν πίνειν ἐν χρυσώμασιν καὶ εἶναι ἐν πορφύρᾳ καὶ ἔχειν πόρπην χρυσῆν· |
|
| 59 | Simon his brother he made governor from the Ladder of Tyre to the borders of Egypt. | | καὶ Σιμωνα τὸν ἀδελφὸν αὐτοῦ κατέστησεν στρατηγὸν ἀπὸ τῆς κλίμακος Τύρου ἕως τῶν ὁρίων Αἰγύπτου. |
|
| 60 | Then Jonathan set forth and travelled beyond the river and among the cities, and all the army of Syria gathered to him as allies. When he came to Askalon, the people of the city met him and paid him honour. | | καὶ ἐξῆλθεν Ιωναθαν καὶ διεπορεύετο πέραν τοῦ ποταμοῦ καὶ ἐν ταῖς πόλεσιν, καὶ ἠθροίσθησαν πρὸς αὐτὸν πᾶσα δύναμις Συρίας εἰς συμμαχίαν· καὶ ἦλθεν εἰς Ἀσκαλῶνα, καὶ ἀπήντησαν αὐτῷ οἱ ἐκ τῆς πόλεως ἐνδόξως. |
|
| 61 | From there he departed to Gaza, but the men of Gaza shut him out. So he beseiged it and burned its suburbs with fire and plundered them. | | καὶ ἀπῆλθεν ἐκεῖθεν εἰς Γάζαν, καὶ ἀπέκλεισαν οἱ ἀπὸ Γάζης, καὶ περιεκάθισεν περὶ αὐτὴν καὶ ἐνεπύρισεν τὰ περιπόλια αὐτῆς ἐν πυρὶ καὶ ἐσκύλευσεν αὐτά. |
|
| 62 | Then the people of Gaza pleaded with Jonathan, and he made peace with them, and took the sons of their rulers as hostages and sent them to Jerusalem. And he passed through the country as far as Damascus. | | καὶ ἠξίωσαν οἱ ἀπὸ Γάζης Ιωναθαν, καὶ ἔδωκεν αὐτοῖς δεξιὰς καὶ ἔλαβεν τοὺς υἱοὺς τῶν ἀρχόντων αὐτῶν εἰς ὅμηρα καὶ ἐξαπέστειλεν αὐτοὺς εἰς Ιερουσαλημ· καὶ διῆλθεν τὴν χώραν ἕως Δαμασκοῦ. |
|
| 63 | Then Jonathan heard that the officers of Demetrius had come to Kadesh in Galilee with a large army, intending to remove him from office. | | καὶ ἤκουσεν Ιωναθαν ὅτι παρῆσαν οἱ ἄρχοντες Δημητρίου εἰς Κηδες τὴν ἐν τῇ Γαλιλαίᾳ μετὰ δυνάμεως πολλῆς βουλόμενοι μεταστῆσαι αὐτὸν τῆς χρείας. |
|
| 64 | He went to meet them, but left his brother Simon in the country. | | καὶ συνήντησεν αὐτοῖς, τὸν δὲ ἀδελφὸν αὐτοῦ Σιμωνα κατέλιπεν ἐν τῇ χώρᾳ. |
|
| 65 | Simon encamped before Beth-zur and fought against it for many days and hemmed it in. | | καὶ παρενέβαλεν Σιμων ἐπὶ Βαιθσουρα καὶ ἐπολέμει αὐτὴν ἡμέρας πολλὰς καὶ συνέκλεισεν αὐτήν. |
|
| 66 | Then they asked him to grant them terms of peace, and he did so. He removed them from there, took possession of the city, and set a garrison over it. | | καὶ ἠξίωσαν αὐτὸν τοῦ δεξιὰς λαβεῖν, καὶ ἔδωκεν αὐτοῖς· καὶ ἐξέβαλεν αὐτοὺς ἐκεῖθεν καὶ κατελάβετο τὴν πόλιν καὶ ἔθετο ἐπ' αὐτὴν φρουράν. |
|
| 67 | Jonathan and his army encamped by the waters of Gennesaret. Early in the morning they marched to the plain of Hazor, | | καὶ Ιωναθαν καὶ ἡ παρεμβολὴ αὐτοῦ παρενέβαλον ἐπὶ τὸ ὕδωρ τοῦ Γεννησαρ· καὶ ὤρθρισαν τὸ πρωῒ εἰς τὸ πεδίον Ασωρ. |
|
| 68 | and behold, the army of the foreigners met him in the plain; they had set an ambush against him in the mountains, but they themselves met him face to face. | | καὶ ἰδοὺ ἡ παρεμβολὴ ἀλλοφύλων ἀπήντα αὐτῷ ἐν τῷ πεδίῳ καὶ ἐξέβαλον ἔνεδρον ἐπ' αὐτὸν ἐν τοῖς ὄρεσιν, αὐτοὶ δὲ ἀπήντησαν ἐξ ἐναντίας. |
|
| 69 | Then the men in ambush emerged from their places and joined battle. | | τὰ δὲ ἔνεδρα ἐξανέστησαν ἐκ τῶν τόπων αὐτῶν καὶ συνῆψαν πόλεμον. |
|
| 70 | All the men with Jonathan fled; not one of them was left except Mattathias the son of Absalom and Judas the son of Chalphi, commanders of the forces of the army. | | καὶ ἔφυγον οἱ παρὰ Ιωναθου πάντες, οὐδὲ εἷς κατελείφθη ἀπ' αὐτῶν πλὴν Ματταθιας ὁ τοῦ Αψαλωμου καὶ Ιουδας ὁ τοῦ Χαλφι ἄρχοντες τῆς στρατιᾶς τῶν δυνάμεων. |
|
| 71 | Jonathan rent his garments and put dust on his head, and prayed. | | καὶ διέρρηξεν Ιωναθαν τὰ ἱμάτια αὐτοῦ καὶ ἐπέθετο γῆν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ προσηύξατο. |
|
| 72 | Then he turned back to the battle against the enemy and routed them, and they fled. | | καὶ ὑπέστρεψεν πρὸς αὐτοὺς πολέμῳ καὶ ἐτροπώσατο αὐτούς, καὶ ἔφυγον. |
|
| 73 | When his men who were fleeing saw this, they returned to him and joined him in the pursuit as far as Kadesh, to their camp, and there they encamped. | | καὶ εἶδον οἱ φεύγοντες παρ' αὐτοῦ καὶ ἐπέστρεψαν ἐπ' αὐτὸν καὶ ἐδίωκον μετ' αὐτοῦ ἕως Κεδες ἕως τῆς παρεμβολῆς αὐτῶν καὶ παρενέβαλον ἐκεῖ. |
|
| 74 | As many as three thousand of the foreigners fell that day. And Jonathan returned to Jerusalem. | | καὶ ἔπεσον ἐκ τῶν ἀλλοφύλων ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς ἄνδρας τρισχιλίους. καὶ ἐπέστρεψεν Ιωναθαν εἰς Ιερουσαλημ. |