katapi New Study Bible - select-/ 2 /-versions

katapi HOME DB1 | Jonathan supports Alexander Epiphanes. 1Mace.10.21-66 | KNSB Contents | notes

10 katapi NEW STUDY BIBLE Passage Old Testament in Greek (Septuagint)

21So Jonathan put on the holy garments in the seventh month of the one hundred and sixtieth year, at the feast of tabernacles, and he recruited troops and equipped them with arms in abundance. Jonathan supports Alexander Epiphanes. 1Mace.10.21-66Καὶ ἐνεδύσατο Ιωναθαν τὴν ἁγίαν στολὴν τῷ ἑβδόμῳ μηνὶ ἔτους ἑξηκοστοῦ καὶ ἑκατοστοῦ ἐν ἑορτῇ σκηνοπηγίας καὶ συνήγαγεν δυνάμεις καὶ κατεσκεύασεν ὅπλα πολλά.
22When Demetrius heard of these things he was grieved and said,  Καὶ ἤκουσεν Δημήτριος τοὺς λόγους τούτους καὶ ἐλυπήθη καὶ εἶπεν
23"What is this that we have done? Alexander has gotten ahead of us in forming a friendship with the Jews to strengthen himself.  Τί τοῦτο ἐποιήσαμεν ὅτι προέφθακεν ἡμᾶς Ἀλέξανδρος τοῦ φιλίαν καταλαβέσθαι τοῖς Ιουδαίοις εἰς στήριγμα;
24I also will write them words of encouragement and promise them honour and gifts, that I may have their help."  γράψω αὐτοῖς κἀγὼ λόγους παρακλήσεως καὶ ὕψους καὶ δομάτων, ὅπως ὦσιν σὺν ἐμοὶ εἰς βοήθειαν.
25So he sent a message to them in the following words:

"King Demetrius to the nation of the Jews, greeting.

 καὶ ἀπέστειλεν αὐτοῖς κατὰ τοὺς λόγους τούτους Βασιλεὺς Δημήτριος τῷ ἔθνει τῶν Ιουδαίων χαίρειν.
26Since you have kept your agreement with us and have continued your friendship with us, and have not sided with our enemies, we have heard of it and rejoiced.  ἐπεὶ συνετηρήσατε τὰς πρὸς ἡμᾶς συνθήκας καὶ ἐνεμείνατε τῇ φιλίᾳ ἡμῶν καὶ οὐ προσεχωρήσατε τοῖς ἐχθροῖς ἡμῶν, ἠκούσαμεν καὶ ἐχάρημεν.
27And now continue still to keep faith with us, and we will repay you with good for what you do for us.  καὶ νῦν ἐμμείνατε ἔτι τοῦ συντηρῆσαι πρὸς ἡμᾶς πίστιν, καὶ ἀνταποδώσομεν ὑμῖν ἀγαθὰ ἀνθ' ὧν ποιεῖτε μεθ' ἡμῶν.
28We will grant you many immunities and give you gifts.  καὶ ἀφήσομεν ὑμῖν ἀφέματα πολλὰ καὶ δώσομεν ὑμῖν δόματα.
29"And now I free you and exempt all the Jews from payment of tribute and salt tax and crown levies,  καὶ νῦν ἀπολύω ὑμᾶς καὶ ἀφίημι πάντας τοὺς Ιουδαίους ἀπὸ τῶν φόρων καὶ τῆς τιμῆς τοῦ ἁλὸς καὶ ἀπὸ τῶν στεφάνων,
30and instead of collecting the third of the grain and the half of the fruit of the trees that I should receive, I release them from this day and henceforth. I will not collect them from the land of Judah or from the three districts added to it from Samaria and Galilee, from this day and for all time.  καὶ ἀντὶ τοῦ τρίτου τῆς σπορᾶς καὶ ἀντὶ τοῦ ἡμίσους τοῦ καρποῦ τοῦ ξυλίνου τοῦ ἐπιβάλλοντός μοι λαβεῖν ἀφίημι ἀπὸ τῆς σήμερον καὶ ἐπέκεινα τοῦ λαβεῖν ἀπὸ γῆς Ιουδα καὶ ἀπὸ τῶν τριῶν νομῶν τῶν προστιθεμένων αὐτῇ ἀπὸ τῆς Σαμαρίτιδος καὶ Γαλιλαίας ἀπὸ τῆς σήμερον ἡμέρας καὶ εἰς τὸν ἅπαντα χρόνον.
31And let Jerusalem and her environs, her tithes and her revenues, be holy and free from tax.  καὶ Ιερουσαλημ ἔστω ἁγία καὶ ἀφειμένη καὶ τὰ ὅρια αὐτῆς, αἱ δεκάται καὶ τὰ τέλη.
32I release also my control of the citadel in Jerusalem and give it to the high priest, that he may station in it men of his own choice to guard it.  ἀφίημι καὶ τὴν ἐξουσίαν τῆς ἄκρας τῆς ἐν Ιερουσαλημ καὶ δίδωμι τῷ ἀρχιερεῖ, ὅπως ἂν καταστήσῃ ἐν αὐτῇ ἄνδρας, οὓς ἂν αὐτὸς ἐκλέξηται, τοῦ φυλάσσειν αὐτήν.
33And every one of the Jews taken as a captive from the land of Judah into any part of my kingdom, I set free without payment; and let all officials cancel also the taxes on their cattle.  καὶ πᾶσαν ψυχὴν Ιουδαίων τὴν αἰχμαλωτισθεῖσαν ἀπὸ γῆς Ιουδα εἰς πᾶσαν βασιλείαν μου ἀφίημι ἐλευθέραν δωρεάν· καὶ πάντες ἀφιέτωσαν τοὺς φόρους καὶ τῶν κτηνῶν αὐτῶν.
34"And all the feasts and sabbaths and new moons and appointed days, and the three days before a feast and the three after a feast - let them all be days of immunity and release for all the Jews who are in my kingdom.  καὶ πᾶσαι αἱ ἑορταὶ καὶ τὰ σάββατα καὶ νουμηνίαι καὶ ἡμέραι ἀποδεδειγμέναι καὶ τρεῖς ἡμέραι πρὸ ἑορτῆς καὶ τρεῖς μετὰ ἑορτὴν ἔστωσαν πᾶσαι ἡμέραι ἀτελείας καὶ ἀφέσεως πᾶσιν τοῖς Ιουδαίοις τοῖς οὖσιν ἐν τῇ βασιλείᾳ μου,
35No one shall have authority to exact anything from them or annoy any of them about any matter.  καὶ οὐχ ἕξει ἐξουσίαν οὐδεὶς πράσσειν καὶ παρενοχλεῖν τινα αὐτῶν περὶ παντὸς πράγματος.
36"Let Jews be enrolled in the king's forces to the number of thirty thousand men, and let the maintenance be given them that is due to all the forces of the king.  καὶ προγραφήτωσαν τῶν Ιουδαίων εἰς τὰς δυνάμεις τοῦ βασιλέως εἰς τριάκοντα χιλιάδας ἀνδρῶν, καὶ δοθήσεται αὐτοῖς ξένια, ὡς καθήκει πάσαις ταῖς δυνάμεσιν τοῦ βασιλέως.
37Let some of them be stationed in the great strongholds of the king, and let some of them be put in positions of trust in the kingdom. Let their officers and leaders be of their own number, and let them live by their own laws, just as the king has commanded in the land of Judah.  καὶ κατασταθήσεται ἐξ αὐτῶν ἐν τοῖς ὀχυρώμασιν τοῦ βασιλέως τοῖς μεγάλοις, καὶ ἐκ τούτων κατασταθήσονται ἐπὶ χρειῶν τῆς βασιλείας τῶν οὐσῶν εἰς πίστιν· καὶ οἱ ἐπ' αὐτῶν καὶ οἱ ἄρχοντες ἔστωσαν ἐξ αὐτῶν καὶ πορευέσθωσαν τοῖς νόμοις αὐτῶν, καθὰ καὶ προσέταξεν ὁ βασιλεὺς ἐν γῇ Ιουδα.
38"As for the three districts that have been added to Judea from the country of Samaria, let them be so annexed to Judea that they are considered to be under one ruler and obey no other authority but the high priest.  καὶ τοὺς τρεῖς νομοὺς τοὺς προστεθέντας τῇ Ιουδαίᾳ ἀπὸ τῆς χώρας Σαμαρείας προστεθήτω τῇ Ιουδαίᾳ πρὸς τὸ λογισθῆναι τοῦ γενέσθαι ὑφ' ἕνα τοῦ μὴ ὑπακοῦσαι ἄλλης ἐξουσίας ἀλλ' ἢ τοῦ ἀρχιερέως.
39Ptolemais and the land adjoining it I have given as a gift to the sanctuary in Jerusalem, to meet the necessary expenses of the sanctuary.  Πτολεμαίδα καὶ τὴν προσκυροῦσαν αὐτῇ δέδωκα δόμα τοῖς ἁγίοις τοῖς ἐν Ιερουσαλημ εἰς τὴν καθήκουσαν δαπάνην τοῖς ἁγίοις.
40I also grant fifteen thousand shekels of silver yearly out of the king's revenues from appropriate places.  κἀγὼ δίδωμι κατ' ἐνιαυτὸν δέκα πέντε χιλιάδας σίκλων ἀργυρίου ἀπὸ τῶν λόγων τοῦ βασιλέως ἀπὸ τῶν τόπων τῶν ἀνηκόντων.
41And all the additional funds which the government officials have not paid as they did in the first years, they shall give from now on for the service of the temple.  καὶ πᾶν τὸ πλεονάζον, ὃ οὐκ ἀπεδίδοσαν ἀπὸ τῶν χρειῶν ὡς ἐν τοῖς πρώτοις ἔτεσιν, ἀπὸ τοῦ νῦν δώσουσιν εἰς τὰ ἔργα τοῦ οἴκου.
42Moreover, the five thousand shekels of silver which my officials have received every year from the income of the services of the temple, this too is canceled, because it belongs to the priests who minister there.  καὶ ἐπὶ τούτοις πεντακισχιλίους σίκλους ἀργυρίου, οὓς ἐλάμβανον ἀπὸ τῶν χρειῶν τοῦ ἁγίου ἀπὸ τοῦ λόγου κατ' ἐνιαυτόν, καὶ ταῦτα ἀφίεται διὰ τὸ ἀνήκειν αὐτὰ τοῖς ἱερεῦσιν τοῖς λειτουργοῦσιν.
43And whoever takes refuge at the temple in Jerusalem, or in any of its precincts, because he owes money to the king or has any debt, let him be released and receive back all his property in my kingdom.  καὶ ὅσοι ἐὰν φύγωσιν εἰς τὸ ἱερὸν τὸ ἐν Ιεροσολύμοις καὶ ἐν πᾶσιν τοῖς ὁρίοις αὐτοῦ ὀφείλων βασιλικὰ καὶ πᾶν πρᾶγμα, ἀπολελύσθωσαν καὶ πάντα, ὅσα ἐστὶν αὐτοῖς ἐν τῇ βασιλείᾳ μου.
44"Let the cost of rebuilding and restoring the structures of the sanctuary be paid from the revenues of the king.  καὶ τοῦ οἰκοδομηθῆναι καὶ ἐπικαινισθῆναι τὰ ἔργα τῶν ἁγίων, καὶ ἡ δαπάνη δοθήσεται ἐκ τοῦ λόγου τοῦ βασιλέως.
45And let the cost of rebuilding the walls of Jerusalem and fortifying it round about, and the cost of rebuilding the walls in Judea, also be paid from the revenues of the king."  καὶ τοῦ οἰκοδομηθῆναι τὰ τείχη Ιερουσαλημ καὶ ὀχυρῶσαι κυκλόθεν, καὶ ἡ δαπάνη δοθήσεται ἐκ τοῦ λόγου τοῦ βασιλέως, καὶ τοῦ οἰκοδομηθῆναι τὰ τείχη ἐν τῇ Ιουδαίᾳ.
46When Jonathan and the people heard these words, they did not believe or accept them, because they remembered the great wrongs which Demetrius had done in Israel and how he had greatly oppressed them.  Ὡς δὲ ἤκουσεν Ιωναθαν καὶ ὁ λαὸς τοὺς λόγους τούτους, οὐκ ἐπίστευσαν αὐτοῖς οὐδὲ ἐπεδέξαντο, ὅτι ἐπεμνήσθησαν τῆς κακίας τῆς μεγάλης, ἧς ἐποίησεν ἐν Ισραηλ καὶ ἔθλιψεν αὐτοὺς σφόδρα.
47They favoured Alexander, because he had been the first to speak peaceable words to them, and they remained his allies all his days.  καὶ εὐδόκησαν ἐν Ἀλεξάνδρῳ, ὅτι αὐτὸς ἐγένετο αὐτοῖς ἀρχηγὸς λόγων εἰρηνικῶν, καὶ συνεμάχουν αὐτῷ πάσας τὰς ἡμέρας.
48Now Alexander the king assembled large forces and encamped opposite Demetrius.  Καὶ συνήγαγεν Ἀλέξανδρος ὁ βασιλεὺς δυνάμεις μεγάλας καὶ παρενέβαλεν ἐξ ἐναντίας Δημητρίου.
49The two kings met in battle, and the army of Demetrius fled, and Alexander pursued him and defeated them.  καὶ συνῆψαν πόλεμον οἱ δύο βασιλεῖς, καὶ ἔφυγεν ἡ παρεμβολὴ Δημητρίου, καὶ ἐδίωξεν αὐτὸν ὁ Ἀλέξανδρος καὶ ἴσχυσεν ἐπ' αὐτούς·
50He pressed the battle strongly until the sun set, and Demetrius fell on that day.  καὶ ἐστερέωσεν τὸν πόλεμον σφόδρα, ἕως ἔδυ ὁ ἥλιος, καὶ ἔπεσεν ὁ Δημήτριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
51Then Alexander sent ambassadors to Ptolemy king of Egypt with the following message: Καὶ ἀπέστειλεν Ἀλέξανδρος πρὸς Πτολεμαῖον βασιλέα Αἰγύπτου πρέσβεις κατὰ τοὺς λόγους τούτους λέγων
52"Since I have returned to my kingdom and have taken my seat on the throne of my fathers, and established my rule - for I crushed Demetrius and gained control of our country;  Ἑπεὶ ἀνέστρεψα εἰς τὴν βασιλείαν μου καὶ ἐνεκάθισα ἐπὶ θρόνου πατέρων μου καὶ ἐκράτησα τῆς ἀρχῆς, καὶ συνέτριψα τὸν Δημήτριον καὶ ἐπεκράτησα τῆς χώρας ἡμῶν
53I met him in battle, and he and his army were crushed by us, and we have taken our seat on the throne of his kingdom -  καὶ συνῆψα πρὸς αὐτὸν μάχην, καὶ συνετρίβη αὐτὸς καὶ ἡ παρεμβολὴ αὐτοῦ ὑφ' ἡμῶν, καὶ ἐκαθίσαμεν ἐπὶ θρόνου βασιλείας αὐτοῦ·
54now therefore let us establish friendship with one another; give me now your daughter as my wife, and I will become your son-in-law, and will make gifts to you and to her in keeping with your position."  καὶ νῦν στήσωμεν πρὸς αὑτοὺς φιλίαν, καὶ νῦν δός μοι τὴν θυγατέρα σου εἰς γυναῖκα, καὶ ἐπιγαμβρεύσω σοι καὶ δώσω σοι δόματα καὶ αὐτῇ ἄξιά σου.
55Ptolemy the king replied and said, "Happy was the day on which you returned to the land of your fathers and took your seat on the throne of their kingdom.  Καὶ ἀπεκρίθη Πτολεμαῖος ὁ βασιλεὺς λέγων Ἀγαθὴ ἡμέρα, ἐν ᾗ ἐπέστρεψας εἰς γῆν πατέρων σου καὶ ἐκάθισας ἐπὶ θρόνου βασιλείας αὐτῶν.
56And now I will do for you as you wrote, but meet me at Ptolemais, so that we may see one another, and I will become your father-in-law, as you have said."  καὶ νῦν ποιήσω σοι ἃ ἔγραψας, ἀλλὰ ἀπάντησον εἰς Πτολεμαίδα, ὅπως ἴδωμεν ἀλλήλους, καὶ ἐπιγαμβρεύσω σοι, καθὼς εἴρηκας.
57So Ptolemy set out from Egypt, he and Cleopatra his daughter, and came to Ptolemais in the one hundred and sixty-second year.  Καὶ ἐξῆλθεν Πτολεμαῖος ἐξ Αἰγύπτου, αὐτὸς καὶ Κλεοπάτρα ἡ θυγάτηρ αὐτοῦ, καὶ ἦλθεν εἰς Πτολεμαίδα ἔτους δευτέρου καὶ ἑξηκοστοῦ καὶ ἑκατοστοῦ.
58Alexander the king met him, and Ptolemy gave him Cleopatra his daughter in marriage, and celebrated her wedding at Ptolemais with great pomp, as kings do.  καὶ ἀπήντησεν αὐτῷ Ἀλέξανδρος ὁ βασιλεύς, καὶ ἐξέδετο αὐτῷ Κλεοπάτραν τὴν θυγατέρα αὐτοῦ καὶ ἐποίησεν τὸν γάμον αὐτῆς ἐν Πτολεμαίδι καθὼς οἱ βασιλεῖς ἐν δόξῃ μεγάλῃ. -
59Then Alexander the king wrote to Jonathan to come to meet him.  καὶ ἔγραψεν Ἀλέξανδρος ὁ βασιλεὺς Ιωναθη ἐλθεῖν εἰς συνάντησιν αὐτῷ.
60So he went with pomp to Ptolemais and met the two kings; he gave them and their friends silver and gold and many gifts, and found favour with them.  καὶ ἐπορεύθη μετὰ δόξης εἰς Πτολεμαίδα καὶ ἀπήντησεν τοῖς δυσὶν βασιλεῦσι· καὶ ἔδωκεν αὐτοῖς ἀργύριον καὶ χρυσίον καὶ τοῖς φίλοις αὐτῶν καὶ δόματα πολλὰ καὶ εὗρεν χάριν ἐνώπιον αὐτῶν.
61A group of pestilent men from Israel, lawless men, gathered together against him to accuse him; but the king paid no attention to them.  καὶ ἐπισυνήχθησαν ἐπ' αὐτὸν ἄνδρες λοιμοὶ ἐξ Ισραηλ, ἄνδρες παράνομοι, ἐντυχεῖν κατ' αὐτοῦ, καὶ οὐ προσέσχεν αὐτοῖς ὁ βασιλεύς.
62The king gave orders to take off Jonathan's garments and to clothe him in purple, and they did so.  καὶ προσέταξεν ὁ βασιλεὺς καὶ ἐξέδυσαν Ιωναθαν τὰ ἱμάτια αὐτοῦ καὶ ἐνέδυσαν αὐτὸν πορφύραν, καὶ ἐποίησαν οὕτως.
63The king also seated him at his side; and he said to his officers, "Go forth with him into the middle of the city and proclaim that no one is to bring charges against him about any matter, and let no one annoy him for any reason."  καὶ ἐκάθισεν αὐτὸν ὁ βασιλεὺς μετ' αὐτοῦ καὶ εἶπεν τοῖς ἄρχουσιν αὐτοῦ Ἑξέλθατε μετ' αὐτοῦ εἰς μέσον τῆς πόλεως καὶ κηρύξατε τοῦ μηδένα ἐντυγχάνειν κατ' αὐτοῦ περὶ μηδενὸς πράγματος, καὶ μηδεὶς αὐτῷ παρενοχλείτω περὶ παντὸς λόγου.
64And when his accusers saw the honour that was paid him, in accordance with the proclamation, and saw him clothed in purple, they all fled.  καὶ ἐγένετο ὡς εἶδον οἱ ἐντυγχάνοντες τὴν δόξαν αὐτοῦ, καθὼς ἐκήρυξεν, καὶ περιβεβλημένον αὐτὸν πορφύραν, καὶ ἔφυγον πάντες.
65Thus the king honoured him and enrolled him among his chief friends, and made him general and governor of the province.  καὶ ἐδόξασεν αὐτὸν ὁ βασιλεὺς καὶ ἔγραψεν αὐτὸν τῶν πρώτων φίλων καὶ ἔθετο αὐτὸν στρατηγὸν καὶ μεριδάρχην.
66And Jonathan returned to Jerusalem in peace and gladness.  καὶ ἐπέστρεψεν Ιωναθαν εἰς Ιερουσαλημ μετ' εἰρήνης καὶ εὐφροσύνης.

Notes: This page displays passages from the katapi NEW STUDY BIBLE.
The katapi NEW STUDY BIBLE is a very light revision of the RSV. The changes are: (1) In places where 'the LORD', 'O LORD' occurs in the RSV, (it represents the tetragrammaton - YHWH - which is in the hebrew text), I have used the name 'Yahweh'.
(2) I have removed the quotation marks and hyphens that were used in so many names in the RSV as an aid to correct pronunciation. This now brings it in line with all other English versions, and makes any word-search more accurate.
(3) I have changed all (I hope!) of the RSV archaic language sections to modern.

The katapi New Study Bible reference section displays links to parallel passages, and to direct quotations by New Testament authors to Old Testament passages. Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background. Any mismatches, truncated verses, other mistakes? Please e-mail me.