|
| 10 |
katapi NEW STUDY BIBLE |
Passage |
Old Testament in Greek (Septuagint) |
|
|
| 10 1 | In the one hundred and sixtieth year Alexander Epiphanes, the son of Antiochus, landed and occupied Ptolemais. They welcomed him, and there he began to reign. | Alexander Epiphanes (Balas) makes Jonathan High Priest. (152 BCE) 1Mace.10.1-21 | Καὶ ἐν ἔτει ἑξηκοστῷ καὶ ἑκατοστῷ ἀνέβη Ἀλέξανδρος ὁ τοῦ Ἀντιόχου ὁ Ἑπιφανὴς καὶ κατελάβετο Πτολεμαίδα, καὶ ἐπεδέξαντο αὐτόν, καὶ ἐβασίλευσεν ἐκεῖ. |
|
| 2 | When Demetrius the king heard of it, he assembled a very large army and marched out to meet him in battle. | | καὶ ἤκουσεν Δημήτριος ὁ βασιλεὺς καὶ συνήγαγεν δυνάμεις πολλὰς σφόδρα καὶ ἐξῆλθεν εἰς συνάντησιν αὐτῷ εἰς πόλεμον. |
|
| 3 | And Demetrius sent Jonathan a letter in peaceable words to honour him; | | καὶ ἀπέστειλεν Δημήτριος πρὸς Ιωναθαν ἐπιστολὰς λόγοις εἰρηνικοῖς ὥστε μεγαλῦναι αὐτόν· |
|
| 4 | for he said, "Let us act first to make peace with him before he makes peace with Alexander against us, | | εἶπεν γάρ Προφθάσωμεν τοῦ εἰρήνην θεῖναι μετ' αὐτῶν πρὶν ἢ θεῖναι αὐτὸν μετὰ Ἀλεξάνδρου καθ' ἡμῶν· |
|
| 5 | for he will remember all the wrongs which we did to him and to his brothers and his nation." | | μνησθήσεται γὰρ πάντων τῶν κακῶν, ὧν συνετελέσαμεν πρὸς αὐτὸν καὶ εἰς τοὺς ἀδελφοὺς αὐτοῦ καὶ εἰς τὸ ἔθνος. |
|
| 6 | So Demetrius gave him authority to recruit troops, to equip them with arms, and to become his ally; and he commanded that the hostages in the citadel should be released to him. | | καὶ ἔδωκεν αὐτῷ ἐξουσίαν συναγαγεῖν δυνάμεις καὶ κατασκευάζειν ὅπλα καὶ εἶναι αὐτὸν σύμμαχον αὐτοῦ, καὶ τὰ ὅμηρα τὰ ἐν τῇ ἄκρᾳ εἶπεν παραδοῦναι αὐτῷ. |
|
| 7 | Then Jonathan came to Jerusalem and read the letter in the hearing of all the people and of the men in the citadel. | | καὶ ἦλθεν Ιωναθαν εἰς Ιερουσαλημ καὶ ἀνέγνω τὰς ἐπιστολὰς εἰς τὰ ὦτα παντὸς τοῦ λαοῦ καὶ τῶν ἐκ τῆς ἄκρας. |
|
| 8 | They were greatly alarmed when they heard that the king had given him authority to recruit troops. | | καὶ ἐφοβήθησαν φόβον μέγαν, ὅτε ἤκουσαν ὅτι ἔδωκεν αὐτῷ ὁ βασιλεὺς ἐξουσίαν συναγαγεῖν δύναμιν. |
|
| 9 | But the men in the citadel released the hostages to Jonathan, and he returned them to their parents. | | καὶ παρέδωκαν οἱ ἐκ τῆς ἄκρας Ιωναθαν τὰ ὅμηρα, καὶ ἀπέδωκεν αὐτοὺς τοῖς γονεῦσιν αὐτῶν. |
|
| 10 | And Jonathan dwelt in Jerusalem and began to rebuild and restore the city. | | καὶ ᾤκησεν Ιωναθαν ἐν Ιερουσαλημ καὶ ἤρξατο οἰκοδομεῖν καὶ καινίζειν τὴν πόλιν. |
|
| 11 | He directed those who were doing the work to build the walls and encircle Mount Zion with squared stones, for better fortification; and they did so. | | καὶ εἶπεν πρὸς τοὺς ποιοῦντας τὰ ἔργα οἰκοδομεῖν τὰ τείχη καὶ τὸ ὄρος Σιων κυκλόθεν ἐκ λίθων τετραπόδων εἰς ὀχύρωσιν, καὶ ἐποίησαν οὕτως. |
|
| 12 | Then the foreigners who were in the strongholds that Bacchides had built fled; | | καὶ ἔφυγον οἱ ἀλλογενεῖς οἱ ὄντες ἐν τοῖς ὀχυρώμασιν, οἷς ᾠκοδόμησεν Βακχίδης, |
|
| 13 | each left his place and departed to his own land. | | καὶ κατέλιπεν ἕκαστος τὸν τόπον αὐτοῦ καὶ ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ· |
|
| 14 | Only in Beth-zur did some remain who had forsaken the law and the commandments, for it served as a place of refuge. | | πλὴν ἐν Βαιθσουροις ὑπελείφθησάν τινες τῶν καταλιπόντων τὸν νόμον καὶ τὰ προστάγματα· ἦν γὰρ εἰς φυγαδευτήριον. |
|
| 15 | Now Alexander the king heard of all the promises which Demetrius had sent to Jonathan, and men told him of the battles that Jonathan and his brothers had fought, of the brave deeds that they had done, and of the troubles that they had endured. | | Καὶ ἤκουσεν Ἀλέξανδρος ὁ βασιλεὺς τὰς ἐπαγγελίας, ὅσας ἀπέστειλεν Δημήτριος τῷ Ιωναθαν, καὶ διηγήσαντο αὐτῷ τοὺς πολέμους καὶ τὰς ἀνδραγαθίας, ἃς ἐποίησεν αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ τοὺς κόπους, οὓς ἔσχον, |
|
| 16 | So he said, "Shall we find another such man? Come now, we will make him our friend and ally." | | καὶ εἶπεν Μὴ εὑρήσομεν ἄνδρα τοιοῦτον ἕνα; καὶ νῦν ποιήσομεν αὐτὸν φίλον καὶ σύμμαχον ἡμῶν. |
|
| 17 | And he wrote a letter and sent it to him, in the following words | | καὶ ἔγραψεν ἐπιστολὰς καὶ ἀπέστειλεν αὐτῷ κατὰ τοὺς λόγους τούτους λέγων |
|
| 18 | "King Alexander to his brother Jonathan, greeting. | | Βασιλεὺς Ἀλέξανδρος τῷ ἀδελφῷ Ιωναθαν χαίρειν. |
|
| 19 | We have heard about you, that you are a mighty warrior and worthy to be our friend. | | ἀκηκόαμεν περὶ σοῦ ὅτι ἀνὴρ δυνατὸς ἰσχύι καὶ ἐπιτήδειος εἶ τοῦ εἶναι ἡμῶν φίλος. |
|
| 20 | And so we have appointed you today to be the high priest of your nation; you are to be called the king's friend"(and he sent him a purple robe and a golden crown) "and you are to take our side and keep friendship with us." | | καὶ νῦν καθεστάκαμέν σε σήμερον ἀρχιερέα τοῦ ἔθνους σου καὶ φίλον βασιλέως καλεῖσθαί σε καὶ ἀπέστειλεν αὐτῷ πορφύραν καὶ στέφανον χρυσοῦν καὶ φρονεῖν τὰ ἡμῶν καὶ συντηρεῖν φιλίας πρὸς ἡμᾶς. |
|
| 21 | So Jonathan put on the holy garments in the seventh month of the one hundred and sixtieth year, at the feast of tabernacles, and he recruited troops and equipped them with arms in abundance. | Jonathan supports Alexander Epiphanes. 1Mace.10.21-66 | Καὶ ἐνεδύσατο Ιωναθαν τὴν ἁγίαν στολὴν τῷ ἑβδόμῳ μηνὶ ἔτους ἑξηκοστοῦ καὶ ἑκατοστοῦ ἐν ἑορτῇ σκηνοπηγίας καὶ συνήγαγεν δυνάμεις καὶ κατεσκεύασεν ὅπλα πολλά. |