|
| 9 |
katapi NEW STUDY BIBLE |
Passage |
Old Testament in Greek (Septuagint) |
|
|
| 32 | When Bacchides learned of this, he tried to kill him. | The campaigns of Jonathan. 1Mace.9.32-73 | Καὶ ἔγνω Βακχίδης καὶ ἐζήτει αὐτὸν ἀποκτεῖναι. |
|
| 33 | But Jonathan and Simon his brother and all who were with him heard of it, and they fled into the wilderness of Tekoa and camped by the water of the pool of Asphar. | | καὶ ἔγνω Ιωναθαν καὶ Σιμων ὁ ἀδελφὸς αὐτοῦ καὶ πάντες οἱ μετ' αὐτοῦ καὶ ἔφυγον εἰς τὴν ἔρημον Θεκωε καὶ παρενέβαλον ἐπὶ τὸ ὕδωρ λάκκου Ασφαρ. |
|
| 34 | Bacchides found this out on the sabbath day, and he with all his army crossed the Jordan. | | καὶ ἔγνω Βακχίδης τῇ ἡμέρᾳ τῶν σαββάτων καὶ ἦλθεν αὐτὸς καὶ πᾶν τὸ στράτευμα αὐτοῦ πέραν τοῦ Ιορδάνου. - |
|
| 35 | And Jonathan sent his brother as leader of the multitude and begged the Nabateans, who were his friends, for permission to store with them the great amount of baggage which they had. | | καὶ ἀπέστειλεν τὸν ἀδελφὸν αὐτοῦ ἡγούμενον τοῦ ὄχλου καὶ παρεκάλεσεν τοὺς Ναβαταίους φίλους αὐτοῦ τοῦ παραθέσθαι αὐτοῖς τὴν ἀποσκευὴν αὐτῶν τὴν πολλήν. |
|
| 36 | But the sons of Jambri from Medeba came out and seized John and all that he had, and departed with it. | | καὶ ἐξῆλθον οἱ υἱοὶ Ιαμβρι οἱ ἐκ Μηδαβα καὶ συνέλαβον Ιωαννην καὶ πάντα, ὅσα εἶχεν, καὶ ἀπῆλθον ἔχοντες. |
|
| 37 | After these things it was reported to Jonathan and Simon his brother, "The sons of Jambri are celebrating a great wedding, and are conducting the bride, a daughter of one of the great nobles of Canaan, from Nadabath with a large escort." | | μετὰ τοὺς λόγους τούτους ἀπήγγειλαν Ιωναθαν καὶ Σιμωνι τῷ ἀδελφῷ αὐτοῦ ὅτι Υἱοὶ Ιαμβρι ποιοῦσιν γάμον μέγαν καὶ ἄγουσιν τὴν νύμφην ἀπὸ Ναδαβαθ, θυγατέρα ἑνὸς τῶν μεγάλων μεγιστάνων Χανααν, μετὰ παραπομπῆς μεγάλης. |
|
| 38 | And they remembered the blood of John their brother, and went up and hid under cover of the mountain. | | καὶ ἐμνήσθησαν τοῦ αἵματος Ιωαννου τοῦ ἀδελφοῦ αὐτῶν καὶ ἀνέβησαν καὶ ἐκρύβησαν ὑπὸ τὴν σκέπην τοῦ ὄρους. |
|
| 39 | They raised their eyes and looked, and saw a tumultuous procession with much baggage; and the bridegroom came out with his friends and his brothers to meet them with tambourines and musicians and many weapons. | | καὶ ἦραν τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ εἶδον καὶ ἰδοὺ θροῦς καὶ ἀποσκευὴ πολλή, καὶ ὁ νυμφίος ἐξῆλθεν καὶ οἱ φίλοι αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰς συνάντησιν αὐτῶν μετὰ τυμπάνων καὶ μουσικῶν καὶ ὅπλων πολλῶν. |
|
| 40 | Then they rushed upon them from the ambush and began killing them. Many were wounded and fell, and the rest fled to the mountain; and they took all their goods. | | καὶ ἐξανέστησαν ἐπ' αὐτοὺς ἀπὸ τοῦ ἐνέδρου καὶ ἀπέκτειναν αὐτούς, καὶ ἔπεσον τραυματίαι πολλοί, καὶ οἱ ἐπίλοιποι ἔφυγον εἰς τὸ ὄρος· καὶ ἔλαβον πάντα τὰ σκῦλα αὐτῶν. |
|
| 41 | Thus the wedding was turned into mourning and the voice of their musicians into a funeral dirge. | | καὶ μετεστράφη ὁ γάμος εἰς πένθος καὶ φωνὴ μουσικῶν αὐτῶν εἰς θρῆνον. |
|
| 42 | And when they had fully avenged the blood of their brother, they returned to the marshes of the Jordan. | | καὶ ἐξεδίκησαν τὴν ἐκδίκησιν αἵματος ἀδελφοῦ αὐτῶν καὶ ἀπέστρεψαν εἰς τὸ ἕλος τοῦ Ιορδάνου. - |
|
| 43 | When Bacchides heard of this, he came with a large force on the sabbath day to the banks of the Jordan. | | καὶ ἤκουσεν Βακχίδης καὶ ἦλθεν τῇ ἡμέρᾳ τῶν σαββάτων ἕως τῶν κρηπίδων τοῦ Ιορδάνου ἐν δυνάμει πολλῇ. |
|
| 44 | And Jonathan said to those with him, "Let us rise up now and fight for our lives, for today things are not as they were before. | | καὶ εἶπεν Ιωναθαν τοῖς παρ' αὐτοῦ Ἀναστῶμεν δὴ καὶ πολεμήσωμεν περὶ τῶν ψυχῶν ἡμῶν, οὐ γάρ ἐστιν σήμερον ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν· |
|
| 45 | For look! the battle is in front of us and behind us; the water of the Jordan is on this side and on that, with marsh and thicket; there is no place to turn. | | ἰδοὺ γὰρ ὁ πόλεμος ἐξ ἐναντίας καὶ ἐξόπισθεν ἡμῶν, τὸ δὲ ὕδωρ τοῦ Ιορδάνου ἔνθεν καὶ ἔνθεν καὶ ἕλος καὶ δρυμός, οὐκ ἔστιν τόπος τοῦ ἐκκλῖναι· |
|
| 46 | Cry out now to Heaven that you may be delivered from the hands of our enemies." | | νῦν οὖν κεκράξατε εἰς τὸν οὐρανόν, ὅπως διασωθῆτε ἐκ χειρὸς τῶν ἐχθρῶν ἡμῶν. |
|
| 47 | So the battle began, and Jonathan stretched out his hand to strike Bacchides, but he eluded him and went to the rear. | | καὶ συνῆψεν ὁ πόλεμος· καὶ ἐξέτεινεν Ιωναθαν τὴν χεῖρα αὐτοῦ πατάξαι τὸν Βακχίδην, καὶ ἐξέκλινεν ἀπ' αὐτοῦ εἰς τὰ ὀπίσω. |
|
| 48 | Then Jonathan and the men with him leaped into the Jordan and swam across to the other side, and the enemy did not cross the Jordan to attack them. | | καὶ ἐνεπήδησεν Ιωναθαν καὶ οἱ μετ' αὐτοῦ εἰς τὸν Ιορδάνην καὶ διεκολύμβησαν εἰς τὸ πέραν, καὶ οὐ διέβησαν ἐπ' αὐτοὺς τὸν Ιορδάνην. |
|
| 49 | And about one thousand of Bacchides' men fell that day. | | ἔπεσον δὲ παρὰ Βακχίδου τῇ ἡμέρᾳ ἐκείνῃ εἰς χιλίους ἄνδρας. |
|
| 50 | Bacchides then returned to Jerusalem and built strong cities in Judea: the fortress in Jericho, and Emmaus, and Beth-horon, and Bethel, and Timnath, and Pharathon, and Tephon, with high walls and gates and bars. | | καὶ ἐπέστρεψεν εἰς Ιερουσαλημ, καὶ ᾠκοδόμησαν πόλεις ὀχυρὰς ἐν τῇ Ιουδαίᾳ, τὸ ὀχύρωμα τὸ ἐν Ιεριχω καὶ τὴν Αμμαους καὶ τὴν Βαιθωρων καὶ τὴν Βαιθηλ καὶ τὴν Θαμναθα Φαραθων καὶ τὴν Τεφων, ἐν τείχεσιν ὑψηλοῖς καὶ πύλαις καὶ μοχλοῖς· |
|
| 51 | And he placed garrisons in them to harass Israel. | | καὶ ἔθετο φρουρὰν ἐν αὐτοῖς τοῦ ἐχθραίνειν τῷ Ισραηλ. |
|
| 52 | He also fortified the city of Beth-zur, and Gazara, and the citadel, and in them he put troops and stores of food. | | καὶ ὠχύρωσεν τὴν πόλιν τὴν Βαιθσουραν καὶ Γαζαρα καὶ τὴν ἄκραν καὶ ἔθετο ἐν αὐταῖς δυνάμεις καὶ παραθέσεις βρωμάτων. |
|
| 53 | And he took the sons of the leading men of the land as hostages and put them under guard in the citadel at Jerusalem. | | καὶ ἔλαβεν τοὺς υἱοὺς τῶν ἡγουμένων τῆς χώρας ὅμηρα καὶ ἔθετο αὐτοὺς ἐν τῇ ἄκρᾳ ἐν Ιερουσαλημ ἐν φυλακῇ. |
|
| 54 | In the one hundred and fifty-third year, in the second month, Alcimus gave orders to tear down the wall of the inner court of the sanctuary. He tore down the work of the prophets! | | Καὶ ἐν ἔτει τρίτῳ καὶ πεντηκοστῷ καὶ ἑκατοστῷ τῷ μηνὶ τῷ δευτέρῳ ἐπέταξεν Ἄλκιμος καθαιρεῖν τὸ τεῖχος τῆς αὐλῆς τῶν ἁγίων τῆς ἐσωτέρας· καὶ καθεῖλεν τὰ ἔργα τῶν προφητῶν καὶ ἐνήρξατο τοῦ καθαιρεῖν. |
|
| 55 | But he only began to tear it down, for at that time Alcimus was stricken and his work was hindered; his mouth was stopped and he was paralysed, so that he could no longer say a word or give commands concerning his house. | | ἐν τῷ καιρῷ ἐκείνῳ ἐπλήγη Ἄλκιμος, καὶ ἐνεποδίσθη τὰ ἔργα αὐτοῦ, καὶ ἀπεφράγη τὸ στόμα αὐτοῦ, καὶ παρελύθη καὶ οὐκ ἠδύνατο ἔτι λαλῆσαι λόγον καὶ ἐντείλασθαι περὶ τοῦ οἴκου αὐτοῦ. |
|
| 56 | And Alcimus died at that time in great agony. | | καὶ ἀπέθανεν Ἄλκιμος ἐν τῷ καιρῷ ἐκείνῳ μετὰ βασάνου μεγάλης. |
|
| 57 | When Bacchides saw that Alcimus was dead, he returned to the king, and the land of Judah had rest for two years. | | καὶ εἶδεν Βακχίδης ὅτι ἀπέθανεν Ἄλκιμος, καὶ ἐπέστρεψεν πρὸς τὸν βασιλέα. καὶ ἡσύχασεν ἡ γῆ Ιουδα ἔτη δύο. |
|
| 58 | Then all the lawless plotted and said, "See! Jonathan and his men are living in quiet and confidence. So now let us bring Bacchides back, and he will capture them all in one night." | | Καὶ ἐβουλεύσαντο πάντες οἱ ἄνομοι λέγοντες Ἰδοὺ Ιωναθαν καὶ οἱ παρ' αὐτοῦ ἐν ἡσυχίᾳ κατοικοῦσιν πεποιθότες· νῦν οὖν ἀνάξομεν τὸν Βακχίδην, καὶ συλλήμψεται αὐτοὺς πάντας ἐν νυκτὶ μιᾷ. |
|
| 59 | And they went and consulted with him. | | καὶ πορευθέντες συνεβουλεύσαντο αὐτῷ. |
|
| 60 | He started to come with a large force, and secretly sent letters to all his allies in Judea, telling them to seize Jonathan and his men; but they were unable to do it, because their plan became known. | | καὶ ἀπῆρεν τοῦ ἐλθεῖν μετὰ δυνάμεως πολλῆς καὶ ἀπέστειλεν λάθρᾳ ἐπιστολὰς πᾶσιν τοῖς συμμάχοις αὐτοῦ τοῖς ἐν τῇ Ιουδαίᾳ, ὅπως συλλάβωσιν τὸν Ιωναθαν καὶ τοὺς μετ' αὐτοῦ· καὶ οὐκ ἠδύναντο, ὅτι ἐγνώσθη ἡ βουλὴ αὐτῶν. |
|
| 61 | And Jonathan's men seized about fifty of the men of the country who were leaders in this treachery, and killed them. | | καὶ συνέλαβον ἀπὸ τῶν ἀνδρῶν τῆς χώρας τῶν ἀρχηγῶν τῆς κακίας εἰς πεντήκοντα ἄνδρας καὶ ἀπέκτειναν αὐτούς. |
|
| 62 | Then Jonathan with his men, and Simon, withdrew to Bethbasi in the wilderness; he rebuilt the parts of it that had been demolished, and they fortified it. | | καὶ ἐξεχώρησεν Ιωναθαν καὶ Σιμων καὶ οἱ μετ' αὐτοῦ εἰς Βαιθβασι τὴν ἐν τῇ ἐρήμῳ καὶ ᾠκοδόμησεν τὰ καθῃρημένα αὐτῆς, καὶ ἐστερέωσαν αὐτήν. |
|
| 63 | When Bacchides learned of this, he assembled all his forces, and sent orders to the men of Judea. | | καὶ ἔγνω Βακχίδης καὶ συνήγαγεν πᾶν τὸ πλῆθος αὐτοῦ καὶ τοῖς ἐκ τῆς Ιουδαίας παρήγγειλεν· |
|
| 64 | Then he came and encamped against Bethbasi; he fought against it for many days and made machines of war. | | καὶ ἐλθὼν παρενέβαλεν ἐπὶ Βαιθβασι καὶ ἐπολέμησεν αὐτὴν ἡμέρας πολλὰς καὶ ἐποίησεν μηχανάς. |
|
| 65 | But Jonathan left Simon his brother in the city, while he went out into the country; and he went with only a few men. | | καὶ ἀπέλιπεν Ιωναθαν Σιμωνα τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ πόλει καὶ ἐξῆλθεν εἰς τὴν χώραν καὶ ἦλθεν ἐν ἀριθμῷ. |
|
| 66 | He struck down Odomera and his brothers and the sons of Phasiron in their tents. | | καὶ ἐπάταξεν Οδομηρα καὶ τοὺς ἀδελφοὺς αὐτοῦ καὶ τοὺς υἱοὺς Φασιρων ἐν τῷ σκηνώματι αὐτῶν, καὶ ἤρξαντο τύπτειν καὶ ἀνέβαινον ἐν ταῖς δυνάμεσιν. |
|
| 67 | Then he began to attack and went into battle with his forces; and Simon and his men sallied out from the city and set fire to the machines of war. | | καὶ Σιμων καὶ οἱ μετ' αὐτοῦ ἐξῆλθον ἐκ τῆς πόλεως καὶ ἐνεπύρισαν τὰς μηχανάς· |
|
| 68 | They fought with Bacchides, and he was crushed by them. They distressed him greatly, for his plan and his expedition had been in vain. | | καὶ ἐπολέμησαν πρὸς τὸν Βακχίδην, καὶ συνετρίβη ὑπ' αὐτῶν, καὶ ἔθλιβον αὐτὸν σφόδρα, ὅτι ἦν ἡ βουλὴ αὐτοῦ καὶ ἡ ἔφοδος αὐτοῦ κενή. |
|
| 69 | So he was greatly enraged at the lawless men who had counseled him to come into the country, and he killed many of them. Then he decided to depart to his own land. | | καὶ ὠργίσθη ἐν θυμῷ τοῖς ἀνδράσιν τοῖς ἀνόμοις τοῖς συμβουλεύσασιν αὐτῷ ἐλθεῖν εἰς τὴν χώραν καὶ ἀπέκτεινεν ἐξ αὐτῶν πολλοὺς καὶ ἐβουλεύσατο τοῦ ἀπελθεῖν εἰς τὴν γῆν αὐτοῦ. |
|
| 70 | When Jonathan learned of this, he sent ambassadors to him to make peace with him and obtain release of the captives. | | καὶ ἐπέγνω Ιωναθαν καὶ ἀπέστειλεν πρὸς αὐτὸν πρέσβεις τοῦ συνθέσθαι πρὸς αὐτὸν εἰρήνην καὶ ἀποδοῦναι αὐτοῖς τὴν αἰχμαλωσίαν. |
|
| 71 | He agreed, and did as he said; and he swore to Jonathan that he would not try to harm him as long as he lived. | | καὶ ἐπεδέξατο καὶ ἐποίησεν κατὰ τοὺς λόγους αὐτοῦ καὶ ὤμοσεν αὐτῷ μὴ ἐκζητῆσαι αὐτῷ κακὸν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ· |
|
| 72 | He restored to him the captives whom he had formerly taken from the land of Judah; then he turned and departed to his own land, and came no more into their territory. | | καὶ ἀπέδωκεν αὐτῷ τὴν αἰχμαλωσίαν, ἣν ᾐχμαλώτευσεν τὸ πρότερον ἐκ γῆς Ιουδα, καὶ ἀποστρέψας ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ καὶ οὐ προσέθετο ἔτι ἐλθεῖν εἰς τὰ ὅρια αὐτῶν. |
|
| 73 | Thus the sword ceased from Israel. And Jonathan dwelt in Michmash. And Jonathan began to judge the people, and he destroyed the ungodly out of Israel. | | καὶ κατέπαυσεν ῥομφαία ἐξ Ισραηλ· καὶ ᾤκησεν Ιωναθαν ἐν Μαχμας, καὶ ἤρξατο Ιωναθαν κρίνειν τὸν λαὸν καὶ ἠφάνισεν τοὺς ἀσεβεῖς ἐξ Ισραηλ. |