|
| 9 |
katapi NEW STUDY BIBLE |
Passage |
Old Testament in Greek (Septuagint) |
|
|
| 23 | After the death of Judas, the lawless emerged in all parts of Israel; all the doers of injustice appeared. | Jonathan succeeds Judas. 1Mace.9.23-31 | Καὶ ἐγένετο μετὰ τὴν τελευτὴν Ιουδου ἐξέκυψαν οἱ ἄνομοι ἐν πᾶσιν τοῖς ὁρίοις Ισραηλ, καὶ ἀνέτειλαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀδικίαν. |
|
| 24 | In those days a very great famine occurred, and the country deserted with them to the enemy. | | ἐν ταῖς ἡμέραις ἐκείναις ἐγενήθη λιμὸς μέγας σφόδρα, καὶ αὐτομόλησεν ἡ χώρα μετ' αὐτῶν. |
|
| 25 | And Bacchides chose the ungodly and put them in charge of the country. | | καὶ ἐξέλεξεν Βακχίδης τοὺς ἀσεβεῖς ἄνδρας καὶ κατέστησεν αὐτοὺς κυρίους τῆς χώρας. |
|
| 26 | They sought and searched for the friends of Judas, and brought them to Bacchides, and he took vengeance on them and made sport of them. | | καὶ ἐξεζήτουν καὶ ἠρεύνων τοὺς φίλους Ιουδου καὶ ἦγον αὐτοὺς πρὸς Βακχίδην, καὶ ἐξεδίκα αὐτοὺς καὶ ἐνέπαιζεν αὐτοῖς. |
|
| 27 | Thus there was great distress in Israel, such as had not been since the time that prophets ceased to appear among them. | | καὶ ἐγένετο θλῖψις μεγάλη ἐν τῷ Ισραηλ, ἥτις οὐκ ἐγένετο ἀφ' ἧς ἡμέρας οὐκ ὤφθη προφήτης αὐτοῖς. |
|
| 28 | Then all the friends of Judas assembled and said to Jonathan, | | καὶ ἠθροίσθησαν πάντες οἱ φίλοι Ιουδου καὶ εἶπον τῷ Ιωναθαν |
|
| 29 | "Since the death of your brother Judas there has been no one like him to go against our enemies and Bacchides, and to deal with those of our nation who hate us. | | Ἀφ οὗ ὁ ἀδελφός σου Ιουδας τετελεύτηκεν, καὶ ἀνὴρ ὅμοιος αὐτῷ οὐκ ἔστιν ἐξελθεῖν καὶ εἰσελθεῖν πρὸς τοὺς ἐχθροὺς καὶ Βακχίδην καὶ ἐν τοῖς ἐχθραίνουσιν τοῦ ἔθνους ἡμῶν· |
|
| 30 | So now we have chosen you today to take his place as our ruler and leader, to fight our battle." | | νῦν οὖν σὲ ᾑρετισάμεθα σήμερον τοῦ εἶναι ἀντ αὐτοῦ ἡμῖν εἰς ἄρχοντα καὶ ἡγούμενον τοῦ πολεμῆσαι τὸν πόλεμον ἡμῶν. |
|
| 31 | And Jonathan at that time accepted the leadership and took the place of Judas his brother. | | καὶ ἐπεδέξατο Ιωναθαν ἐν τῷ καιρῷ ἐκείνῳ τὴν ἥγησιν καὶ ἀνέστη ἀντὶ Ιουδου τοῦ ἀδελφοῦ αὐτοῦ. |