| 9 | katapi NEW STUDY BIBLE | Passage | Old Testament in Greek (Septuagint) |
| 9 1 | When Demetrius heard that Nicanor and his army had fallen in battle, he sent Bacchides and Alcimus into the land of Judah a second time, and with them the right wing of the army. | Death of Judas Maccabaeus. 1Mace.9.1-22 | Καὶ ἤκουσεν Δημήτριος ὅτι ἔπεσεν Νικάνωρ καὶ ἡ δύναμις αὐτοῦ ἐν πολέμῳ, καὶ προσέθετο τὸν Βακχίδην καὶ τὸν Ἄλκιμον ἐκ δευτέρου ἀποστεῖλαι εἰς γῆν Ιουδα καὶ τὸ δεξιὸν κέρας μετ' αὐτῶν. |
| 2 | They went by the road which leads to Gilgal and encamped against Mesaloth in Arbela, and they took it and killed many people. | καὶ ἐπορεύθησαν ὁδὸν τὴν εἰς Γαλγαλα καὶ παρενέβαλον ἐπὶ Μαισαλωθ τὴν ἐν Αρβηλοις καὶ προκατελάβοντο αὐτὴν καὶ ἀπώλεσαν ψυχὰς ἀνθρώπων πολλάς. | |
| 3 | In the first month of the one hundred and fifty-second year they encamped against Jerusalem; | καὶ τοῦ μηνὸς τοῦ πρώτου ἔτους τοῦ δευτέρου καὶ πεντηκοστοῦ καὶ ἑκατοστοῦ παρενέβαλον ἐπὶ Ιερουσαλημ· | |
| 4 | then they marched off and went to Berea with twenty thousand foot soldiers and two thousand cavalry. | καὶ ἀπῆραν καὶ ἐπορεύθησαν εἰς Βερεαν ἐν εἴκοσι χιλιάσιν ἀνδρῶν καὶ δισχιλίᾳ ἵππῳ. | |
| 5 | Now Judas was encamped in Elasa, and with him were three thousand picked men. | καὶ Ιουδας ἦν παρεμβεβληκὼς ἐν Ελασα, καὶ τρισχίλιοι ἄνδρες μετ' αὐτοῦ ἐκλεκτοί. | |
| 6 | When they saw the huge number of the enemy forces, they were greatly frightened, and many slipped away from the camp, until no more than eight hundred of them were left. | καὶ εἶδον τὸ πλῆθος τῶν δυνάμεων ὅτι πολλοί εἰσιν, καὶ ἐφοβήθησαν σφόδρα· καὶ ἐξερρύησαν πολλοὶ ἀπὸ τῆς παρεμβολῆς, οὐ κατελείφθησαν ἐξ αὐτῶν ἀλλ' ἢ ὀκτακόσιοι ἄνδρες. | |
| 7 | When Judas saw that his army had slipped away and the battle was imminent, he was crushed in spirit, for he had no time to assemble them. | καὶ εἶδεν Ιουδας ὅτι ἀπερρύη ἡ παρεμβολὴ αὐτοῦ καὶ ὁ πόλεμος ἔθλιβεν αὐτόν, καὶ συνετρίβη τῇ καρδίᾳ, ὅτι οὐκ εἶχεν καιρὸν συναγαγεῖν αὐτούς, | |
| 8 | He became faint, but he said to those who were left, "Let us rise and go up against our enemies. We may be able to fight them." | καὶ ἐξελύθη καὶ εἶπεν τοῖς καταλειφθεῖσιν Ἀναστῶμεν καὶ ἀναβῶμεν ἐπὶ τοὺς ὑπεναντίους ἡμῶν, ἐὰν ἄρα δυνώμεθα πολεμῆσαι πρὸς αὐτούς. | |
| 9 | But they tried to dissuade him, saying, "We are not able. Let us rather save our own lives now, and let us come back with our brethren and fight them; we are too few." | καὶ ἀπέστρεφον αὐτὸν λέγοντες Οὐ μὴ δυνώμεθα, ἀλλ' ἢ σῴζωμεν τὰς ἑαυτῶν ψυχὰς τὸ νῦν, ἐπιστρέψωμεν καὶ οἱ ἀδελφοὶ ἡμῶν καὶ πολεμήσωμεν πρὸς αὐτούς, ἡμεῖς δὲ ὀλίγοι. | |
| 10 | But Judas said, "Far be it from us to do such a thing as to flee from them. If our time has come, let us die bravely for our brethren, and leave no cause to question our honour." | καὶ εἶπεν Ιουδας Μὴ γένοιτο ποιῆσαι τὸ πρᾶγμα τοῦτο, φυγεῖν ἀπ' αὐτῶν, καὶ εἰ ἤγγικεν ὁ καιρὸς ἡμῶν, καὶ ἀποθάνωμεν ἐν ἀνδρείᾳ χάριν τῶν ἀδελφῶν ἡμῶν καὶ μὴ καταλίπωμεν αἰτίαν τῇ δόξῃ ἡμῶν. | |
| 11 | Then the army of Bacchides marched out from the camp and took its stand for the encounter. The cavalry was divided into two companies, and the slingers and the archers went ahead of the army, as did all the chief warriors. | καὶ ἀπῆρεν ἡ δύναμις ἀπὸ τῆς παρεμβολῆς καὶ ἔστησαν εἰς συνάντησιν αὐτοῖς, καὶ ἐμερίσθη ἡ ἵππος εἰς δύο μέρη, καὶ οἱ σφενδονῆται καὶ οἱ τοξόται προεπορεύοντο τῆς δυνάμεως, καὶ οἱ πρωταγωνισταὶ πάντες οἱ δυνατοί, Βακχίδης δὲ ἦν ἐν τῷ δεξιῷ κέρατι. | |
| 12 | Bacchides was on the right wing. Flanked by the two companies, the phalanx advanced to the sound of the trumpets; and the men with Judas also blew their trumpets. | καὶ ἤγγισεν ἡ φάλαγξ ἐκ τῶν δύο μερῶν καὶ ἐφώνουν ταῖς σάλπιγξιν, καὶ ἐσάλπισαν οἱ παρὰ Ιουδου καὶ αὐτοὶ ταῖς σάλπιγξιν· | |
| 13 | The earth was shaken by the noise of the armies, and the battle raged from morning till evening. | καὶ ἐσαλεύθη ἡ γῆ ἀπὸ τῆς φωνῆς τῶν παρεμβολῶν, καὶ ἐγένετο ὁ πόλεμος συνημμένος ἀπὸ πρωίθεν ἕως ἑσπέρας. | |
| 14 | Judas saw that Bacchides and the strength of his army were on the right; then all the stouthearted men went with him, | καὶ εἶδεν Ιουδας ὅτι Βακχίδης καὶ τὸ στερέωμα τῆς παρεμβολῆς ἐν τοῖς δεξιοῖς, καὶ συνῆλθον αὐτῷ πάντες οἱ εὔψυχοι τῇ καρδίᾳ, | |
| 15 | and they crushed the right wing, and he pursued them as far as Mount Azotus. | καὶ συνετρίβη τὸ δεξιὸν μέρος ἀπ' αὐτῶν, καὶ ἐδίωκεν ὀπίσω αὐτῶν ἕως Αζωτου ὄρους. | |
| 16 | When those on the left wing saw that the right wing was crushed, they turned and followed close behind Judas and his men. | καὶ οἱ εἰς τὸ ἀριστερὸν κέρας εἶδον ὅτι συνετρίβη τὸ δεξιὸν κέρας, καὶ ἐπέστρεψαν κατὰ πόδας Ιουδου καὶ τῶν μετ' αὐτοῦ ἐκ τῶν ὄπισθεν. | |
| 17 | The battle became desperate, and many on both sides were wounded and fell. | καὶ ἐβαρύνθη ὁ πόλεμος, καὶ ἔπεσον τραυματίαι πολλοὶ ἐκ τούτων καὶ ἐκ τούτων, | |
| 18 | Judas also fell, and the rest fled. | καὶ Ιουδας ἔπεσεν, καὶ οἱ λοιποὶ ἔφυγον. | |
| 19 | Then Jonathan and Simon took Judas their brother and buried him in the tomb of their fathers at Modein, | καὶ ἦρεν Ιωναθαν καὶ Σιμων Ιουδαν τὸν ἀδελφὸν αὐτῶν καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ τῶν πατέρων αὐτοῦ ἐν Μωδειν. | |
| 20 | and wept for him. And all Israel made great lamentation for him; they mourned many days and said, | καὶ ἔκλαυσαν αὐτὸν καὶ ἐκόψαντο αὐτὸν πᾶς Ισραηλ κοπετὸν μέγαν καὶ ἐπένθουν ἡμέρας πολλὰς καὶ εἶπον | |
| 21 | "How is the mighty fallen, the saviour of Israel!" | Πῶς ἔπεσεν δυνατὸς σῴζων τὸν Ισραηλ. | |
| 22 | Now the rest of the acts of Judas, and his wars and the brave deeds that he did, and his greatness, have not been recorded, for they were very many. | καὶ τὰ περισσὰ τῶν λόγων Ιουδου καὶ τῶν πολέμων καὶ τῶν ἀνδραγαθιῶν, ὧν ἐποίησεν, καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐ κατεγράφη· πολλὰ γὰρ ἦν σφόδρα. | |