|
| 6 |
katapi NEW STUDY BIBLE |
Passage |
Old Testament in Greek (Septuagint) |
|
|
| 48 | The soldiers of the king's army went up to Jerusalem against them, and the king encamped in Judea and at Mount Zion. | | Οἱ δὲ ἐκ τῆς παρεμβολῆς τοῦ βασιλέως ἀνέβαινον εἰς συνάντησιν αὐτῶν εἰς Ιερουσαλημ, καὶ παρενέβαλεν ὁ βασιλεὺς εἰς τὴν Ιουδαίαν καὶ εἰς τὸ ὄρος Σιων. |
|
| 49 | He made peace with the men of Beth-zur, and they evacuated the city, because they had no provisions there to withstand a siege, since it was a sabbatical year for the land. | | καὶ ἐποίησεν εἰρήνην μετὰ τῶν ἐκ Βαιθσουρων, καὶ ἐξῆλθον ἐκ τῆς πόλεως, ὅτι οὐκ ἦν αὐτοῖς ἐκεῖ διατροφὴ τοῦ συγκεκλεῖσθαι ἐν αὐτῇ, ὅτι σάββατον ἦν τῇ γῇ· |
|
| 50 | So the king took Beth-zur and stationed a guard there to hold it. | | καὶ κατελάβετο ὁ βασιλεὺς τὴν Βαιθσουραν καὶ ἀπέταξεν ἐκεῖ φρουρὰν τηρεῖν αὐτήν. |
|
| 51 | Then he encamped before the sanctuary for many days. He set up siege towers, engines of war to throw fire and stones, machines to shoot arrows, and catapults. | | καὶ παρενέβαλεν ἐπὶ τὸ ἁγίασμα ἡμέρας πολλὰς καὶ ἔστησεν ἐκεῖ βελοστάσεις καὶ μηχανὰς καὶ πυροβόλα καὶ λιθοβόλα καὶ σκορπίδια εἰς τὸ βάλλεσθαι βέλη καὶ σφενδόνας. |
|
| 52 | The Jews also made engines of war to match theirs, and fought for many days. | | καὶ ἐποίησαν καὶ αὐτοὶ μηχανὰς πρὸς τὰς μηχανὰς αὐτῶν καὶ ἐπολέμησαν ἡμέρας πολλάς. |
|
| 53 | But they had no food in storage, because it was the seventh year; those who found safety in Judea from the Gentiles had consumed the last of the stores. | | βρώματα δὲ οὐκ ἦν ἐν τοῖς ἀγγείοις διὰ τὸ ἕβδομον ἔτος εἶναι, καὶ οἱ ἀνασῳζόμενοι εἰς τὴν Ιουδαίαν ἀπὸ τῶν ἐθνῶν κατέφαγον τὸ ὑπόλειμμα τῆς παραθέσεως. |
|
| 54 | Few men were left in the sanctuary, because famine had prevailed over the rest and they had been scattered, each to his own place. | | καὶ ὑπελείφθησαν ἐν τοῖς ἁγίοις ἄνδρες ὀλίγοι, ὅτι κατεκράτησεν αὐτῶν ὁ λιμός, καὶ ἐσκορπίσθησαν ἕκαστος εἰς τὸν τόπον αὐτοῦ. |
|
| 55 | Then Lysias heard that Philip, whom King Antiochus while still living had appointed to bring up Antiochus his son to be king, | | Καὶ ἤκουσεν Λυσίας ὅτι Φίλιππος, ὃν κατέστησεν ὁ βασιλεὺς Ἀντίοχος ἔτι ζῶντος αὐτοῦ ἐκθρέψαι Ἀντίοχον τὸν υἱὸν αὐτοῦ εἰς τὸ βασιλεῦσαι αὐτόν, |
|
| 56 | had returned from Persia and Media with the forces that had gone with the king, and that he was trying to seize control of the government. | | ἀπέστρεψεν ἀπὸ τῆς Περσίδος καὶ Μηδίας καὶ αἱ δυνάμεις αἱ πορευθεῖσαι μετὰ τοῦ βασιλέως μετ' αὐτοῦ, καὶ ὅτι ζητεῖ παραλαβεῖν τὰ τῶν πραγμάτων. |
|
| 57 | So he quickly gave orders to depart, and said to the king, to the commanders of the forces, and to the men, "We daily grow weaker, our food supply is scant, the place against which we are fighting is strong, and the affairs of the kingdom press urgently upon us. | | καὶ κατέσπευδεν καὶ ἐπένευσεν τοῦ ἀπελθεῖν καὶ εἶπεν πρὸς τὸν βασιλέα καὶ τοὺς ἡγεμόνας τῆς δυνάμεως καὶ τοὺς ἄνδρας Ἑκλείπομεν καθ' ἡμέραν, καὶ ἡ τροφὴ ἡμῖν ὀλίγη, καὶ ὁ τόπος οὗ παρεμβάλλομέν ἐστιν ὀχυρός, καὶ ἐπίκειται ἡμῖν τὰ τῆς βασιλείας· |
|
| 58 | Now then let us come to terms with these men, and make peace with them and with all their nation, | | νῦν οὖν δῶμεν δεξιὰς τοῖς ἀνθρώποις τούτοις καὶ ποιήσωμεν μετ' αὐτῶν εἰρήνην καὶ μετὰ παντὸς ἔθνους αὐτῶν |
|
| 59 | and agree to let them live by their laws as they did before; for it was on account of their laws which we abolished that they became angry and did all these things." | | καὶ στήσωμεν αὐτοῖς τοῦ πορεύεσθαι τοῖς νομίμοις αὐτῶν ὡς τὸ πρότερον· χάριν γὰρ τῶν νομίμων αὐτῶν, ὧν διεσκεδάσαμεν, ὠργίσθησαν καὶ ἐποίησαν ταῦτα πάντα. |
|
| 60 | The speech pleased the king and the commanders, and he sent to the Jews an offer of peace, and they accepted it. | | καὶ ἤρεσεν ὁ λόγος ἐναντίον τοῦ βασιλέως καὶ τῶν ἀρχόντων, καὶ ἀπέστειλεν πρὸς αὐτοὺς εἰρηνεῦσαι, καὶ ἐπεδέξαντο. |
|
| 61 | So the king and the commanders gave them their oath. On these conditions the Jews evacuated the stronghold. | | καὶ ὤμοσεν αὐτοῖς ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες· ἐπὶ τούτοις ἐξῆλθον ἐκ τοῦ ὀχυρώματος. |
|
| 62 | But when the king entered Mount Zion and saw what a strong fortress the place was, he broke the oath he had sworn and gave orders to tear down the wall all around. | | καὶ εἰσῆλθεν ὁ βασιλεὺς εἰς ὄρος Σιων καὶ εἶδεν τὸ ὀχύρωμα τοῦ τόπου καὶ ἠθέτησεν τὸν ὁρκισμόν, ὃν ὤμοσεν, καὶ ἐνετείλατο καθελεῖν τὸ τεῖχος κυκλόθεν. |
|
| 63 | Then he departed with haste and returned to Antioch. He found Philip in control of the city, but he fought against him, and took the city by force. | | καὶ ἀπῆρεν κατὰ σπουδὴν καὶ ἀπέστρεψεν εἰς Ἀντιόχειαν καὶ εὗρεν Φίλιππον κυριεύοντα τῆς πόλεως καὶ ἐπολέμησεν πρὸς αὐτὸν καὶ κατελάβετο τὴν πόλιν βίᾳ. |