katapi New Study Bible - select-/ 2 /-versions

katapi HOME DB1 | The campaign of Antiochus V Eupator & Lysias. 1Mace.6.18-63 | KNSB Contents | notes

6 katapi NEW STUDY BIBLE Passage Old Testament in Greek (Septuagint)

18Now the men in the citadel kept hemming Israel in around the sanctuary. They were trying in every way to harm them and strengthen the Gentiles. The campaign of Antiochus V Eupator & Lysias. 1Mace.6.18-63 | 2Mace.13.1-26 | 2Mace.11.22-26Καὶ οἱ ἐκ τῆς ἄκρας ἦσαν συγκλείοντες τὸν Ισραηλ κύκλῳ τῶν ἁγίων καὶ ζητοῦντες κακὰ δι' ὅλου καὶ στήριγμα τοῖς ἔθνεσιν.
19So Judas decided to destroy them, and assembled all the people to besiege them.  καὶ ἐλογίσατο Ιουδας ἐξᾶραι αὐτοὺς καὶ ἐξεκκλησίασε πάντα τὸν λαὸν τοῦ περικαθίσαι ἐπ' αὐτούς·
20They gathered together and besieged the citadel in the one hundred and fiftieth year; and he built siege towers and other engines of war.  καὶ συνήχθησαν ἅμα καὶ περιεκάθισαν ἐπ' αὐτὴν ἔτους πεντηκοστοῦ καὶ ἑκατοστοῦ, καὶ ἐποίησεν βελοστάσεις καὶ μηχανάς.
21But some of the garrison escaped from the siege and some of the ungodly Israelites joined them.  καὶ ἐξῆλθον ἐξ αὐτῶν ἐκ τοῦ συγκλεισμοῦ, καὶ ἐκολλήθησαν αὐτοῖς τινες τῶν ἀσεβῶν ἐξ Ισραηλ,
22They went to the king and said, "How long will you fail to do justice and to avenge our brethren?  καὶ ἐπορεύθησαν πρὸς τὸν βασιλέα καὶ εἶπον Ἕως πότε οὐ ποιήσῃ κρίσιν καὶ ἐκδικήσεις τοὺς ἀδελφοὺς ἡμῶν;
23We were happy to serve your father, to live by what he said and to follow his commands.  ἡμεῖς εὐδοκοῦμεν δουλεύειν τῷ πατρί σου καὶ πορεύεσθαι τοῖς ὑπ' αὐτοῦ λεγομένοις καὶ κατακολουθεῖν τοῖς προστάγμασιν αὐτοῦ.
24For this reason the sons of our people besieged the citadel and became hostile to us; moreover, they have put to death as many of us as they have caught, and they have seized our inheritances.  καὶ περιεκάθηντο ἐπ' αὐτὴν οἱ υἱοὶ τοῦ λαοῦ ἡμῶν χάριν τούτου καὶ ἠλλοτριοῦντο ἀφ' ἡμῶν· πλὴν ὅσοι εὑρίσκοντο ἐξ ἡμῶν, ἐθανατοῦντο, καὶ αἱ κληρονομίαι ἡμῶν διηρπάζοντο.
25And not against us alone have they stretched out their hands, but also against all the lands on their borders.  καὶ οὐκ ἐφ' ἡμᾶς μόνον ἐξέτειναν χεῖρα, ἀλλὰ καὶ ἐπὶ πάντα τὰ ὅρια αὐτῶν·
26And behold, today they have encamped against the citadel in Jerusalem to take it; they have fortified both the sanctuary and Beth-zur;  καὶ ἰδοὺ παρεμβεβλήκασι σήμερον ἐπὶ τὴν ἄκραν ἐν Ιερουσαλημ τοῦ καταλαβέσθαι αὐτήν· καὶ τὸ ἁγίασμα καὶ τὴν Βαιθσουραν ὠχύρωσαν·
27and unless you quickly prevent them, they will do still greater things, and you will not be able to stop them."  καὶ ἐὰν μὴ προκαταλάβῃ αὐτοὺς διὰ τάχους, μείζονα τούτων ποιήσουσιν, καὶ οὐ δυνήσῃ τοῦ κατασχεῖν αὐτῶν.
28The king was enraged when he heard this. He assembled all his friends, the commanders of his forces and those in authority.  Καὶ ὠργίσθη ὁ βασιλεύς, ὅτε ἤκουσεν, καὶ συνήγαγεν πάντας τοὺς φίλους αὐτοῦ ἄρχοντας δυνάμεως αὐτοῦ καὶ τοὺς ἐπὶ τῶν ἡνιῶν·
29And mercenary forces came to him from other kingdoms and from islands of the seas.  καὶ ἀπὸ βασιλειῶν ἑτέρων καὶ ἀπὸ νήσων θαλασσῶν ἦλθον πρὸς αὐτὸν δυνάμεις μισθωταί·
30The number of his forces was a hundred thousand foot soldiers, twenty thousand horsemen, and thirty-two elephants accustomed to war.  καὶ ἦν ὁ ἀριθμὸς τῶν δυνάμεων αὐτοῦ ἑκατὸν χιλιάδες πεζῶν καὶ εἴκοσι χιλιάδες ἱππέων καὶ ἐλέφαντες δύο καὶ τριάκοντα εἰδότες πόλεμον.
31They came through Idumea and encamped against Beth-zur, and for many days they fought and built engines of war; but the Jews sallied out and burned these with fire, and fought manfully.  καὶ ἦλθον διὰ τῆς Ιδουμαίας καὶ παρενέβαλον ἐπὶ Βαιθσουραν καὶ ἐπολέμησαν ἡμέρας πολλὰς καὶ ἐποίησαν μηχανάς· καὶ ἐξῆλθον καὶ ἐνεπύρισαν αὐτὰς πυρὶ καὶ ἐπολέμησαν ἀνδρωδῶς.
32Then Judas marched away from the citadel and encamped at Beth-zechariah, opposite the camp of the king.  καὶ ἀπῆρεν Ιουδας ἀπὸ τῆς ἄκρας καὶ παρενέβαλεν εἰς Βαιθζαχαρια ἀπέναντι τῆς παρεμβολῆς τοῦ βασιλέως.
33Early in the morning the king rose and took his army by a forced march along the road to Beth-zechariah, and his troops made ready for battle and sounded their trumpets.  καὶ ὤρθρισεν ὁ βασιλεὺς τὸ πρωῒ καὶ ἀπῆρεν τὴν παρεμβολὴν ἐν ὁρμήματι αὐτῆς κατὰ τὴν ὁδὸν Βαιθζαχαρια, καὶ διεσκευάσθησαν αἱ δυνάμεις εἰς τὸν πόλεμον καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν.
34They showed the elephants the juice of grapes and mulberries, to arouse them for battle.  καὶ τοῖς ἐλέφασιν ἔδειξαν αἷμα σταφυλῆς καὶ μόρων τοῦ παραστῆσαι αὐτοὺς εἰς τὸν πόλεμον.
35And they distributed the beasts among the phalanxes; with each elephant they stationed a thousand men armed with coats of mail, and with brass helmets on their heads; and five hundred picked horsemen were assigned to each beast.  καὶ διεῖλον τὰ θηρία εἰς τὰς φάλαγγας καὶ παρέστησαν ἑκάστῳ ἐλέφαντι χιλίους ἄνδρας τεθωρακισμένους ἐν ἁλυσιδωτοῖς, καὶ περικεφαλαῖαι χαλκαῖ ἐπὶ τῶν κεφαλῶν αὐτῶν, καὶ πεντακοσία ἵππος διατεταγμένη ἑκάστῳ θηρίῳ ἐκλελεγμένη·
36These took their position beforehand wherever the beast was; wherever it went they went with it, and they never left it.  οὗτοι πρὸ καιροῦ οὗ ἂν ᾖ τὸ θηρίον ἦσαν καὶ οὗ ἐὰν ἐπορεύετο ἐπορεύοντο ἅμα, οὐκ ἀφίσταντο ἀπ' αὐτοῦ.
37And upon the elephants were wooden towers, strong and covered; they were fastened upon each beast by special harness, and upon each were four armed men who fought from there, and also its Indian driver.  καὶ πύργοι ξύλινοι ἐπ' αὐτοὺς ὀχυροὶ σκεπαζόμενοι ἐφ' ἑκάστου θηρίου ἐζωσμένοι ἐπ' αὐτοῦ μηχαναῖς, καὶ ἐφ' ἑκάστου ἄνδρες δυνάμεως τέσσαρες οἱ πολεμοῦντες ἐπ' αὐτοῖς καὶ ὁ Ἰνδὸς αὐτοῦ.
38The rest of the horsemen were stationed on either side, on the two flanks of the army, to harass the enemy while being themselves protected by the phalanxes.  καὶ τὴν ἐπίλοιπον ἵππον ἔνθεν καὶ ἔνθεν ἔστησεν ἐπὶ τὰ δύο μέρη τῆς παρεμβολῆς, κατασείοντες καὶ καταφρασσόμενοι ἐν ταῖς φάλαγξιν.
39When the sun shone upon the shields of gold and brass, the hills were ablaze with them and gleamed like flaming torches.  ὡς δὲ ἔστιλβεν ὁ ἥλιος ἐπὶ τὰς χρυσᾶς καὶ χαλκᾶς ἀσπίδας, ἔστιλβεν τὰ ὄρη ἀπ' αὐτῶν καὶ κατηύγαζεν ὡς λαμπάδες πυρός.
40Now a part of the king's army was spread out on the high hills, and some troops were on the plain, and they advanced steadily and in good order.  καὶ ἐξετάθη μέρος τι τῆς παρεμβολῆς τοῦ βασιλέως ἐπὶ τὰ ὑψηλὰ ὄρη καί τινες ἐπὶ τὰ ταπεινά· καὶ ἤρχοντο ἀσφαλῶς καὶ τεταγμένως.
41All who heard the noise made by their multitude, by the marching of the multitude and the clanking of their arms, trembled, for the army was very large and strong.  καὶ ἐσαλεύοντο πάντες οἱ ἀκούοντες φωνῆς πλήθους αὐτῶν καὶ ὁδοιπορίας τοῦ πλήθους καὶ συγκρουσμοῦ τῶν ὅπλων· ἦν γὰρ ἡ παρεμβολὴ μεγάλη σφόδρα καὶ ἰσχυρά.
42But Judas and his army advanced to the battle, and six hundred men of the king's army fell.  καὶ ἤγγισεν Ιουδας καὶ ἡ παρεμβολὴ αὐτοῦ εἰς παράταξιν, καὶ ἔπεσον ἀπὸ τῆς παρεμβολῆς τοῦ βασιλέως ἑξακόσιοι ἄνδρες.
43And Eleazar, called Avaran, saw that one of the beasts was equipped with royal armor. It was taller than all the others, and he supposed that the king was upon it.  καὶ εἶδεν Ελεαζαρος ὁ Αυαραν ἓν τῶν θηρίων τεθωρακισμένον θώραξιν βασιλικοῖς, καὶ ἦν ὑπεράγον πάντα τὰ θηρία, καὶ ᾠήθη ὅτι ἐν αὐτῷ ἐστιν ὁ βασιλεύς·
44So he gave his life to save his people and to win for himself an everlasting name.  καὶ ἔδωκεν ἑαυτὸν τοῦ σῶσαι τὸν λαὸν αὐτοῦ καὶ περιποιῆσαι ἑαυτῷ ὄνομα αἰώνιον·
45He courageously ran into the midst of the phalanx to reach it; he killed men right and left, and they parted before him on both sides.  καὶ ἐπέδραμεν αὐτῷ θράσει εἰς μέσον τῆς φάλαγγος καὶ ἐθανάτου δεξιὰ καὶ εὐώνυμα, καὶ ἐσχίζοντο ἀπ' αὐτοῦ ἔνθα καὶ ἔνθα·
46He got under the elephant, stabbed it from beneath, and killed it; but it fell to the ground upon him and he died.  καὶ εἰσέδυ ὑπὸ τὸν ἐλέφαντα καὶ ὑπέθηκεν αὐτῷ καὶ ἀνεῖλεν αὐτόν, καὶ ἔπεσεν ἐπὶ τὴν γῆν ἐπάνω αὐτοῦ, καὶ ἀπέθανεν ἐκεῖ.
47And when the Jews saw the royal might and the fierce attack of the forces, they turned away in flight.  καὶ εἶδον τὴν ἰσχὺν τῆς βασιλείας καὶ τὸ ὅρμημα τῶν δυνάμεων καὶ ἐξέκλιναν ἀπ' αὐτῶν.
48The soldiers of the king's army went up to Jerusalem against them, and the king encamped in Judea and at Mount Zion.  Οἱ δὲ ἐκ τῆς παρεμβολῆς τοῦ βασιλέως ἀνέβαινον εἰς συνάντησιν αὐτῶν εἰς Ιερουσαλημ, καὶ παρενέβαλεν ὁ βασιλεὺς εἰς τὴν Ιουδαίαν καὶ εἰς τὸ ὄρος Σιων.
49He made peace with the men of Beth-zur, and they evacuated the city, because they had no provisions there to withstand a siege, since it was a sabbatical year for the land.  καὶ ἐποίησεν εἰρήνην μετὰ τῶν ἐκ Βαιθσουρων, καὶ ἐξῆλθον ἐκ τῆς πόλεως, ὅτι οὐκ ἦν αὐτοῖς ἐκεῖ διατροφὴ τοῦ συγκεκλεῖσθαι ἐν αὐτῇ, ὅτι σάββατον ἦν τῇ γῇ·
50So the king took Beth-zur and stationed a guard there to hold it.  καὶ κατελάβετο ὁ βασιλεὺς τὴν Βαιθσουραν καὶ ἀπέταξεν ἐκεῖ φρουρὰν τηρεῖν αὐτήν.
51Then he encamped before the sanctuary for many days. He set up siege towers, engines of war to throw fire and stones, machines to shoot arrows, and catapults.  καὶ παρενέβαλεν ἐπὶ τὸ ἁγίασμα ἡμέρας πολλὰς καὶ ἔστησεν ἐκεῖ βελοστάσεις καὶ μηχανὰς καὶ πυροβόλα καὶ λιθοβόλα καὶ σκορπίδια εἰς τὸ βάλλεσθαι βέλη καὶ σφενδόνας.
52The Jews also made engines of war to match theirs, and fought for many days.  καὶ ἐποίησαν καὶ αὐτοὶ μηχανὰς πρὸς τὰς μηχανὰς αὐτῶν καὶ ἐπολέμησαν ἡμέρας πολλάς.
53But they had no food in storage, because it was the seventh year; those who found safety in Judea from the Gentiles had consumed the last of the stores.  βρώματα δὲ οὐκ ἦν ἐν τοῖς ἀγγείοις διὰ τὸ ἕβδομον ἔτος εἶναι, καὶ οἱ ἀνασῳζόμενοι εἰς τὴν Ιουδαίαν ἀπὸ τῶν ἐθνῶν κατέφαγον τὸ ὑπόλειμμα τῆς παραθέσεως.
54Few men were left in the sanctuary, because famine had prevailed over the rest and they had been scattered, each to his own place.  καὶ ὑπελείφθησαν ἐν τοῖς ἁγίοις ἄνδρες ὀλίγοι, ὅτι κατεκράτησεν αὐτῶν ὁ λιμός, καὶ ἐσκορπίσθησαν ἕκαστος εἰς τὸν τόπον αὐτοῦ.
55Then Lysias heard that Philip, whom King Antiochus while still living had appointed to bring up Antiochus his son to be king,  Καὶ ἤκουσεν Λυσίας ὅτι Φίλιππος, ὃν κατέστησεν ὁ βασιλεὺς Ἀντίοχος ἔτι ζῶντος αὐτοῦ ἐκθρέψαι Ἀντίοχον τὸν υἱὸν αὐτοῦ εἰς τὸ βασιλεῦσαι αὐτόν,
56had returned from Persia and Media with the forces that had gone with the king, and that he was trying to seize control of the government.  ἀπέστρεψεν ἀπὸ τῆς Περσίδος καὶ Μηδίας καὶ αἱ δυνάμεις αἱ πορευθεῖσαι μετὰ τοῦ βασιλέως μετ' αὐτοῦ, καὶ ὅτι ζητεῖ παραλαβεῖν τὰ τῶν πραγμάτων.
57So he quickly gave orders to depart, and said to the king, to the commanders of the forces, and to the men, "We daily grow weaker, our food supply is scant, the place against which we are fighting is strong, and the affairs of the kingdom press urgently upon us.  καὶ κατέσπευδεν καὶ ἐπένευσεν τοῦ ἀπελθεῖν καὶ εἶπεν πρὸς τὸν βασιλέα καὶ τοὺς ἡγεμόνας τῆς δυνάμεως καὶ τοὺς ἄνδρας Ἑκλείπομεν καθ' ἡμέραν, καὶ ἡ τροφὴ ἡμῖν ὀλίγη, καὶ ὁ τόπος οὗ παρεμβάλλομέν ἐστιν ὀχυρός, καὶ ἐπίκειται ἡμῖν τὰ τῆς βασιλείας·
58Now then let us come to terms with these men, and make peace with them and with all their nation,  νῦν οὖν δῶμεν δεξιὰς τοῖς ἀνθρώποις τούτοις καὶ ποιήσωμεν μετ' αὐτῶν εἰρήνην καὶ μετὰ παντὸς ἔθνους αὐτῶν
59and agree to let them live by their laws as they did before; for it was on account of their laws which we abolished that they became angry and did all these things."  καὶ στήσωμεν αὐτοῖς τοῦ πορεύεσθαι τοῖς νομίμοις αὐτῶν ὡς τὸ πρότερον· χάριν γὰρ τῶν νομίμων αὐτῶν, ὧν διεσκεδάσαμεν, ὠργίσθησαν καὶ ἐποίησαν ταῦτα πάντα.
60The speech pleased the king and the commanders, and he sent to the Jews an offer of peace, and they accepted it.  καὶ ἤρεσεν ὁ λόγος ἐναντίον τοῦ βασιλέως καὶ τῶν ἀρχόντων, καὶ ἀπέστειλεν πρὸς αὐτοὺς εἰρηνεῦσαι, καὶ ἐπεδέξαντο.
61So the king and the commanders gave them their oath. On these conditions the Jews evacuated the stronghold.  καὶ ὤμοσεν αὐτοῖς ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες· ἐπὶ τούτοις ἐξῆλθον ἐκ τοῦ ὀχυρώματος.
62But when the king entered Mount Zion and saw what a strong fortress the place was, he broke the oath he had sworn and gave orders to tear down the wall all around.  καὶ εἰσῆλθεν ὁ βασιλεὺς εἰς ὄρος Σιων καὶ εἶδεν τὸ ὀχύρωμα τοῦ τόπου καὶ ἠθέτησεν τὸν ὁρκισμόν, ὃν ὤμοσεν, καὶ ἐνετείλατο καθελεῖν τὸ τεῖχος κυκλόθεν.
63Then he departed with haste and returned to Antioch. He found Philip in control of the city, but he fought against him, and took the city by force.  καὶ ἀπῆρεν κατὰ σπουδὴν καὶ ἀπέστρεψεν εἰς Ἀντιόχειαν καὶ εὗρεν Φίλιππον κυριεύοντα τῆς πόλεως καὶ ἐπολέμησεν πρὸς αὐτὸν καὶ κατελάβετο τὴν πόλιν βίᾳ.

Notes: This page displays passages from the katapi NEW STUDY BIBLE.
The katapi NEW STUDY BIBLE is a very light revision of the RSV. The changes are: (1) In places where 'the LORD', 'O LORD' occurs in the RSV, (it represents the tetragrammaton - YHWH - which is in the hebrew text), I have used the name 'Yahweh'.
(2) I have removed the quotation marks and hyphens that were used in so many names in the RSV as an aid to correct pronunciation. This now brings it in line with all other English versions, and makes any word-search more accurate.
(3) I have changed all (I hope!) of the RSV archaic language sections to modern.

The katapi New Study Bible reference section displays links to parallel passages, and to direct quotations by New Testament authors to Old Testament passages. Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background. Any mismatches, truncated verses, other mistakes? Please e-mail me.