| 4 | katapi NEW STUDY BIBLE | Passage | Old Testament in Greek (Septuagint) |
| 26 | Those of the foreigners who escaped went and reported to Lysias all that had happened. | Victory over Lysias. 1Mace.4.26-35 | 2Mace.11.1-12 | Ὅσοι δὲ τῶν ἀλλοφύλων διεσώθησαν, παραγενηθέντες ἀπήγγειλαν τῷ Λυσίᾳ πάντα τὰ συμβεβηκότα. |
| 27 | When he heard it, he was perplexed and discouraged, for things had not happened to Israel as he had intended, nor had they turned out as the king had commanded him. | ὁ δὲ ἀκούσας συνεχύθη καὶ ἠθύμει, ὅτι οὐχ οἷα ἤθελεν, τοιαῦτα ἐγεγόνει τῷ Ισραηλ, καὶ οὐχ οἷα αὐτῷ ἐνετείλατο ὁ βασιλεύς, ἐξέβη. | |
| 28 | But the next year he mustered sixty thousand picked infantrymen and five thousand cavalry to subdue them. | καὶ ἐν τῷ ἐρχομένῳ ἐνιαυτῷ συνελόχησεν ἀνδρῶν ἐπιλέκτων ἑξήκοντα χιλιάδας καὶ πεντακισχιλίαν ἵππον ὥστε ἐκπολεμῆσαι αὐτούς. | |
| 29 | They came into Idumea and encamped at Beth-zur, and Judas met them with ten thousand men. | καὶ ἦλθον εἰς τὴν Ιδουμαίαν καὶ παρενέβαλον ἐν Βαιθσουροις, καὶ συνήντησεν αὐτοῖς Ιουδας ἐν δέκα χιλιάσιν ἀνδρῶν. | |
| 30 | When he saw that the army was strong, he prayed, saying, "Blessed are you, O Saviour of Israel, who crushed the attack of the mighty warrior by the hand of your servant David, and gave the camp of the Philistines into the hands of Jonathan, the son of Saul, and of the man who carried his armor. | καὶ εἶδεν τὴν παρεμβολὴν ἰσχυρὰν καὶ προσηύξατο καὶ εἶπεν Εὐλογητὸς εἶ, ὁ σωτὴρ Ισραηλ ὁ συντρίψας τὸ ὅρμημα τοῦ δυνατοῦ ἐν χειρὶ τοῦ δούλου σου Δαυιδ καὶ παρέδωκας τὴν παρεμβολὴν τῶν ἀλλοφύλων εἰς χεῖρας Ιωναθου υἱοῦ Σαουλ καὶ τοῦ αἴροντος τὰ σκεύη αὐτοῦ· | |
| 31 | So hem in this army by the hand of your people Israel, and let them be ashamed of their troops and their cavalry. | οὕτως σύγκλεισον τὴν παρεμβολὴν ταύτην ἐν χειρὶ λαοῦ σου Ισραηλ, καὶ αἰσχυνθήτωσαν ἐπὶ τῇ δυνάμει καὶ τῇ ἵππῳ αὐτῶν· | |
| 32 | Fill them with cowardice; melt the boldness of their strength; let them tremble in their destruction. | δὸς αὐτοῖς δειλίαν καὶ τῆξον θράσος ἰσχύος αὐτῶν, καὶ σαλευθήτωσαν τῇ συντριβῇ αὐτῶν· | |
| 33 | Strike them down with the sword of those who love you, and let all who know your name praise you with hymns." | κατάβαλε αὐτοὺς ῥομφαίᾳ ἀγαπώντων σε, καὶ αἰνεσάτωσάν σε πάντες οἱ εἰδότες τὸ ὄνομά σου ἐν ὕμνοις. | |
| 34 | Then both sides attacked, and there fell of the army of Lysias five thousand men; they fell in action. | καὶ συνέβαλλον ἀλλήλοις, καὶ ἔπεσον ἐκ τῆς παρεμβολῆς Λυσίου εἰς πεντακισχιλίους ἄνδρας καὶ ἔπεσον ἐξ ἐναντίας αὐτῶν. | |
| 35 | And when Lysias saw the rout of his troops and observed the boldness which inspired those of Judas, and how ready they were either to live or to die nobly, he departed to Antioch and enlisted mercenaries, to invade Judea again with an even larger army. | ἰδὼν δὲ Λυσίας τὴν γενομένην τροπὴν τῆς αὑτοῦ συντάξεως, τῆς δὲ Ιουδου τὸ γεγενημένον θάρσος καὶ ὡς ἕτοιμοί εἰσιν ἢ ζῆν ἢ τεθνηκέναι γενναίως, ἀπῆρεν εἰς Ἀντιόχειαν καὶ ἐξενολόγει πλεοναστὸν πάλιν παραγίνεσθαι εἰς τὴν Ιουδαίαν. | |