|
| 3 |
katapi NEW STUDY BIBLE |
Passage |
Old Testament in Greek (Septuagint) |
|
|
| 27 | When king Antiochus heard these reports, he was greatly angered; and he sent and gathered all the forces of his kingdom, a very strong army. | Antiochus appoints Lysias as Governor of the Levant. 1Mace.3.27-37 | Ὡς δὲ ἤκουσεν ὁ βασιλεὺς Ἀντίοχος τοὺς λόγους τούτους, ὠργίσθη θυμῷ καὶ ἀπέστειλεν καὶ συνήγαγεν τὰς δυνάμεις πάσας τῆς βασιλείας αὐτοῦ, παρεμβολὴν ἰσχυρὰν σφόδρα. |
|
| 28 | And he opened his coffers and gave a year's pay to his forces, and ordered them to be ready for any need. | | καὶ ἤνοιξεν τὸ γαζοφυλάκιον αὐτοῦ καὶ ἔδωκεν ὀψώνια ταῖς δυνάμεσιν εἰς ἐνιαυτὸν καὶ ἐνετείλατο αὐτοῖς εἶναι ἑτοίμους εἰς πᾶσαν χρείαν. |
|
| 29 | Then he saw that the money in the treasury was exhausted, and that the revenues from the country were small because of the dissension and disaster which he had caused in the land by abolishing the laws that had existed from the earliest days. | | καὶ εἶδεν ὅτι ἐξέλιπεν τὸ ἀργύριον ἐκ τῶν θησαυρῶν καὶ οἱ φόροι τῆς χώρας ὀλίγοι χάριν τῆς διχοστασίας καὶ πληγῆς, ἧς κατεσκεύασεν ἐν τῇ γῇ τοῦ ἆραι τὰ νόμιμα, ἃ ἦσαν ἀφ' ἡμερῶν τῶν πρώτων, |
|
| 30 | He feared that he might not have such funds as he had before for his expenses and for the gifts which he used to give more lavishly than preceding kings. | | καὶ εὐλαβήθη μὴ οὐκ ἔχῃ ὡς ἅπαξ καὶ δὶς εἰς τὰς δαπάνας καὶ τὰ δόματα, ἃ ἐδίδου ἔμπροσθεν δαψιλῇ χειρὶ καὶ ἐπερίσσευσεν ὑπὲρ τοὺς βασιλεῖς τοὺς ἔμπροσθεν, |
|
| 31 | He was greatly perplexed in mind, and determined to go to Persia and collect the revenues from those regions and raise a large fund. | | καὶ ἠπορεῖτο τῇ ψυχῇ αὐτοῦ σφόδρα καὶ ἐβουλεύσατο τοῦ πορευθῆναι εἰς τὴν Περσίδα καὶ λαβεῖν τοὺς φόρους τῶν χωρῶν καὶ συναγαγεῖν ἀργύριον πολύ. |
|
| 32 | He left Lysias, a distinguished man of royal lineage, in charge of the king's affairs from the river Euphrates to the borders of Egypt. | | καὶ κατέλιπεν Λυσίαν ἄνθρωπον ἔνδοξον καὶ ἀπὸ γένους τῆς βασιλείας ἐπὶ τῶν πραγμάτων τοῦ βασιλέως ἀπὸ τοῦ ποταμοῦ Εὐφράτου καὶ ἕως ὁρίων Αἰγύπτου |
|
| 33 | Lysias was also to take care of Antiochus his son until he returned. | | καὶ τρέφειν Ἀντίοχον τὸν υἱὸν αὐτοῦ ἕως τοῦ ἐπιστρέψαι αὐτόν· |
|
| 34 | And he turned over to Lysias half of his troops and the elephants, and gave him orders about all that he wanted done. As for the residents of Judea and Jerusalem, | | καὶ παρέδωκεν αὐτῷ τὰς ἡμίσεις τῶν δυνάμεων καὶ τοὺς ἐλέφαντας καὶ ἐνετείλατο αὐτῷ περὶ πάντων, ὧν ἠβούλετο, καὶ περὶ τῶν κατοικούντων τὴν Ιουδαίαν καὶ Ιερουσαλημ |
|
| 35 | Lysias was to send a force against them to wipe out and destroy the strength of Israel and the remnant of Jerusalem; he was to banish the memory of them from the place, | | ἀποστεῖλαι ἐπ' αὐτοὺς δύναμιν τοῦ ἐκτρῖψαι καὶ ἐξᾶραι τὴν ἰσχὺν Ισραηλ καὶ τὸ κατάλειμμα Ιερουσαλημ καὶ ἆραι τὸ μνημόσυνον αὐτῶν ἀπὸ τοῦ τόπου |
|
| 36 | settle aliens in all their territory, and distribute their land. | | καὶ κατοικίσαι υἱοὺς ἀλλογενεῖς ἐν πᾶσιν τοῖς ὁρίοις αὐτῶν καὶ κατακληροδοτῆσαι τὴν γῆν αὐτῶν. |
|
| 37 | Then the king took the remaining half of his troops and departed from Antioch his capital in the one hundred and forty-seventh year. He crossed the Euphrates river and went through the upper provinces. | | καὶ ὁ βασιλεὺς παρέλαβεν τὰς ἡμίσεις τῶν δυνάμεων τὰς καταλειφθείσας καὶ ἀπῆρεν ἀπὸ Ἀντιοχείας ἀπὸ πόλεως βασιλείας αὐτοῦ ἔτους ἑβδόμου καὶ τεσσαρακοστοῦ καὶ ἑκατοστοῦ καὶ διεπέρασεν τὸν Εὐφράτην ποταμὸν καὶ διεπορεύετο τὰς ἐπάνω χώρας. |