| 3 | katapi NEW STUDY BIBLE | Passage | Old Testament in Greek (Septuagint) |
| 3 1 | Then Judas his son, who was called Maccabeus, took command in his place. | Judas Maccabaeus - early victories. 1Mace.3.1-26 | 2Mace.8.1-7 | Καὶ ἀνέστη Ιουδας ὁ καλούμενος Μακκαβαῖος υἱὸς αὐτοῦ ἀντ αὐτοῦ. |
| 2 | All his brothers and all who had joined his father helped him; they gladly fought for Israel. | καὶ ἐβοήθουν αὐτῷ πάντες οἱ ἀδελφοὶ αὐτοῦ καὶ πάντες, ὅσοι ἐκολλήθησαν τῷ πατρὶ αὐτοῦ, καὶ ἐπολέμουν τὸν πόλεμον Ισραηλ μετ' εὐφροσύνης. | |
| 3 | He extended the glory of his people. Like a giant he put on his breastplate; he girded on his armor of war and waged battles, protecting the host by his sword. | καὶ ἐπλάτυνεν δόξαν τῷ λαῷ αὐτοῦ καὶ ἐνεδύσατο θώρακα ὡς γίγας καὶ συνεζώσατο τὰ σκεύη τὰ πολεμικὰ αὐτοῦ καὶ πολέμους συνεστήσατο σκεπάζων παρεμβολὴν ἐν ῥομφαίᾳ. | |
| 4 | He was like a lion in his deeds, like a lion's cub roaring for prey. | καὶ ὡμοιώθη λέοντι ἐν τοῖς ἔργοις αὐτοῦ καὶ ὡς σκύμνος ἐρευγόμενος εἰς θήραν. | |
| 5 | He searched out and pursued the lawless; he burned those who troubled his people. | καὶ ἐδίωξεν ἀνόμους ἐξερευνῶν καὶ τοὺς ταράσσοντας τὸν λαὸν αὐτοῦ ἐφλόγισεν. | |
| 6 | Lawless men shrank back for fear of him; all the evildoers were confounded; and deliverance prospered by his hand. | καὶ συνεστάλησαν ἄνομοι ἀπὸ τοῦ φόβου αὐτοῦ, καὶ πάντες οἱ ἐργάται τῆς ἀνομίας συνεταράχθησαν, καὶ εὐοδώθη σωτηρία ἐν χειρὶ αὐτοῦ. | |
| 7 | He embittered many kings, but he made Jacob glad by his deeds, and his memory is blessed for ever. | καὶ ἐπίκρανεν βασιλεῖς πολλοὺς καὶ εὔφρανεν τὸν Ιακωβ ἐν τοῖς ἔργοις αὐτοῦ, καὶ ἕως τοῦ αἰῶνος τὸ μνημόσυνον αὐτοῦ εἰς εὐλογίαν. | |
| 8 | He went through the cities of Judah; he destroyed the ungodly out of the land; thus he turned away wrath from Israel. | καὶ διῆλθεν ἐν πόλεσιν Ιουδα καὶ ἐξωλέθρευσεν ἀσεβεῖς ἐξ αὐτῆς καὶ ἀπέστρεψεν ὀργὴν ἀπὸ Ισραηλ | |
| 9 | He was renowned to the ends of the earth; he gathered in those who were perishing. | καὶ ὠνομάσθη ἕως ἐσχάτου γῆς καὶ συνήγαγεν ἀπολλυμένους. | |
| 10 | But Apollonius gathered together Gentiles and a large force from Samaria to fight against Israel. | Καὶ συνήγαγεν Ἀπολλώνιος ἔθνη καὶ ἀπὸ Σαμαρείας δύναμιν μεγάλην τοῦ πολεμῆσαι πρὸς τὸν Ισραηλ. | |
| 11 | When Judas learned of it, he went out to meet him, and he defeated and killed him. Many were wounded and fell, and the rest fled. | καὶ ἔγνω Ιουδας καὶ ἐξῆλθεν εἰς συνάντησιν αὐτῷ καὶ ἐπάταξεν αὐτὸν καὶ ἀπέκτεινεν· καὶ ἔπεσον τραυματίαι πολλοί, καὶ οἱ ἐπίλοιποι ἔφυγον. | |
| 12 | Then they seized their spoils; and Judas took the sword of Apollonius, and used it in battle the rest of his life. | καὶ ἔλαβον τὰ σκῦλα αὐτῶν, καὶ τὴν μάχαιραν Ἀπολλωνίου ἔλαβεν Ιουδας καὶ ἦν πολεμῶν ἐν αὐτῇ πάσας τὰς ἡμέρας. | |
| 13 | Now when Seron, the commander of the Syrian army, heard that Judas had gathered a large company, including a body of faithful men who stayed with him and went out to battle, | καὶ ἤκουσεν Σήρων ὁ ἄρχων τῆς δυνάμεως Συρίας ὅτι ἤθροισεν Ιουδας ἄθροισμα καὶ ἐκκλησίαν πιστῶν μετ' αὐτοῦ καὶ ἐκπορευομένων εἰς πόλεμον, | |
| 14 | he said, "I will make a name for myself and win honour in the kingdom. I will make war on Judas and his companions, who scorn the king's command." | καὶ εἶπεν Ποιήσω ἐμαυτῷ ὄνομα καὶ δοξασθήσομαι ἐν τῇ βασιλείᾳ καὶ πολεμήσω τὸν Ιουδαν καὶ τοὺς σὺν αὐτῷ τοὺς ἐξουδενοῦντας τὸν λόγον τοῦ βασιλέως. | |
| 15 | And again a strong army of ungodly men went up with him to help him, to take vengeance on the sons of Israel. | καὶ προσέθετο καὶ ἀνέβη μετ' αὐτοῦ παρεμβολὴ ἀσεβῶν ἰσχυρὰ βοηθῆσαι αὐτῷ ποιῆσαι τὴν ἐκδίκησιν ἐν υἱοῖς Ισραηλ. | |
| 16 | When he approached the ascent of Beth-horon, Judas went out to meet him with a small company. | καὶ ἤγγισεν ἕως ἀναβάσεως Βαιθωρων, καὶ ἐξῆλθεν Ιουδας εἰς συνάντησιν αὐτῷ ὀλιγοστός. | |
| 17 | But when they saw the army coming to meet them, they said to Judas, "How can we, few as we are, fight against so great and strong a multitude? And we are faint, for we have eaten nothing today." | ὡς δὲ εἶδον τὴν παρεμβολὴν ἐρχομένην εἰς συνάντησιν αὐτῶν, εἶπον τῷ Ιουδα Τί δυνησόμεθα ὀλιγοστοὶ ὄντες πολεμῆσαι πρὸς πλῆθος τοσοῦτο ἰσχυρόν; καὶ ἡμεῖς ἐκλελύμεθα ἀσιτοῦντες σήμερον. | |
| 18 | Judas replied, "It is easy for many to be hemmed in by few, for in the sight of Heaven there is no difference between saving by many or by few. | καὶ εἶπεν Ιουδας Εὔκοπόν ἐστιν συγκλεισθῆναι πολλοὺς ἐν χερσὶν ὀλίγων, καὶ οὐκ ἔστιν διαφορὰ ἐναντίον τοῦ οὐρανοῦ σῴζειν ἐν πολλοῖς ἢ ἐν ὀλίγοις· | |
| 19 | It is not on the size of the army that victory in battle depends, but strength comes from Heaven. | ὅτι οὐκ ἐν πλήθει δυνάμεως νίκη πολέμου ἐστίν, ἀλλ' ἐκ τοῦ οὐρανοῦ ἡ ἰσχύς. | |
| 20 | They come against us in great pride and lawlessness to destroy us and our wives and our children, and to despoil us; | αὐτοὶ ἔρχονται ἐφ' ἡμᾶς ἐν πλήθει ὕβρεως καὶ ἀνομίας τοῦ ἐξᾶραι ἡμᾶς καὶ τὰς γυναῖκας ἡμῶν καὶ τὰ τέκνα ἡμῶν τοῦ σκυλεῦσαι ἡμᾶς, | |
| 21 | but we fight for our lives and our laws. | ἡμεῖς δὲ πολεμοῦμεν περὶ τῶν ψυχῶν ἡμῶν καὶ τῶν νομίμων ἡμῶν. | |
| 22 | He himself will crush them before us; as for you, do not be afraid of them." | καὶ αὐτὸς συντρίψει αὐτοὺς πρὸ προσώπου ἡμῶν, ὑμεῖς δὲ μὴ φοβεῖσθε ἀπ' αὐτῶν. | |
| 23 | When he finished speaking, he rushed suddenly against Seron and his army, and they were crushed before him. | ὡς δὲ ἐπαύσατο λαλῶν, ἐνήλατο εἰς αὐτοὺς ἄφνω, καὶ συνετρίβη Σήρων καὶ ἡ παρεμβολὴ αὐτοῦ ἐνώπιον αὐτοῦ. | |
| 24 | They pursued them down the descent of Beth-horon to the plain; eight hundred of them fell, and the rest fled into the land of the Philistines. | καὶ ἐδίωκον αὐτὸν ἐν τῇ καταβάσει Βαιθωρων ἕως τοῦ πεδίου· καὶ ἔπεσον ἀπ' αὐτῶν εἰς ἄνδρας ὀκτακοσίους, οἱ δὲ λοιποὶ ἔφυγον εἰς γῆν Φυλιστιιμ. | |
| 25 | Then Judas and his brothers began to be feared, and terror fell upon the Gentiles round about them. | καὶ ἤρξατο ὁ φόβος Ιουδου καὶ τῶν ἀδελφῶν αὐτοῦ καὶ ἡ πτόη ἐπέπιπτεν ἐπὶ τὰ ἔθνη τὰ κύκλῳ αὐτῶν· | |
| 26 | His fame reached the king, and the Gentiles talked of the battles of Judas. | καὶ ἤγγισεν ἕως τοῦ βασιλέως τὸ ὄνομα αὐτοῦ, καὶ ὑπὲρ τῶν παρατάξεων Ιουδου ἐξηγεῖτο τὰ ἔθνη. | |