| 2 | katapi NEW STUDY BIBLE | Passage | Old Testament in Greek (Septuagint) |
| 2 1 | In those days Mattathias the son of John, son of Simeon, a priest of the sons of Joarib, moved from Jerusalem and settled in Modein. | Mattathias. 1Mace.2.1-26 (Modin) | Ἑν ταῖς ἡμέραις ἐκείναις ἀνέστη Ματταθιας υἱὸς Ιωαννου τοῦ Συμεων ἱερεὺς τῶν υἱῶν Ιωαριβ ἀπὸ Ιερουσαλημ καὶ ἐκάθισεν ἐν Μωδειν. |
| 2 | He had five sons, John surnamed Gaddi, | καὶ αὐτῷ υἱοὶ πέντε, Ιωαννης ὁ ἐπικαλούμενος Γαδδι, | |
| 3 | Simon called Thassi, | Σιμων ὁ καλούμενος Θασσι, | |
| 4 | Judas called Maccabeus, | Ιουδας ὁ καλούμενος Μακκαβαῖος, | |
| 5 | Eleazar called Avaran, and Jonathan called Apphus. | Ελεαζαρ ὁ καλούμενος Αυαραν, Ιωναθης ὁ καλούμενος Απφους. | |
| 6 | He saw the blasphemies being committed in Judah and Jerusalem, | καὶ εἶδεν τὰς βλασφημίας τὰς γινομένας ἐν Ιουδα καὶ ἐν Ιερουσαλημ | |
| 7 | and said, "Alas! Why was I born to see this, | καὶ εἶπεν Οἴμμοι, ἵνα τί τοῦτο ἐγεννήθην ἰδεῖν | |
| 8 | Her temple has become like a man without honour; | ἐγένετο ὁ ναὸς αὐτῆς ὡς ἀνὴρ ἄδοξος, | |
| 9 | her glorious vessels have been carried into captivity. Her babes have been killed in her streets, her youths by the sword of the foe. | τὰ σκεύη τῆς δόξης αὐτῆς αἰχμάλωτα ἀπήχθη, ἀπεκτάνθη τὰ νήπια αὐτῆς ἐν ταῖς πλατείαις αὐτῆς, οἱ νεανίσκοι αὐτῆς ἐν ῥομφαίᾳ ἐχθροῦ. | |
| 10 | What nation has not inherited her palaces and has not seized her spoils? | ποῖον ἔθνος οὐκ ἐκληρονόμησεν βασίλεια καὶ οὐκ ἐκράτησεν τῶν σκύλων αὐτῆς; | |
| 11 | All her adornment has been taken away; no longer free, she has become a slave. | πᾶς ὁ κόσμος αὐτῆς ἀφῃρέθη, ἀντὶ ἐλευθέρας ἐγένετο εἰς δούλην. | |
| 12 | And behold, our holy place, our beauty, and our glory have been laid waste; the Gentiles have profaned it. | καὶ ἰδοὺ τὰ ἅγια ἡμῶν καὶ ἡ καλλονὴ ἡμῶν καὶ ἡ δόξα ἡμῶν ἠρημώθη, καὶ ἐβεβήλωσαν αὐτὰ τὰ ἔθνη. | |
| 13 | Why should we live any longer?" | ἵνα τί ἡμῖν ἔτι ζωή; | |
| 14 | And Mattathias and his sons rent their clothes, put on sackcloth, and mourned greatly. | καὶ διέρρηξεν Ματταθιας καὶ οἱ υἱοὶ αὐτοῦ τὰ ἱμάτια αὐτῶν καὶ περιεβάλοντο σάκκους καὶ ἐπένθησαν σφόδρα. | |
| 15 | Then the king's officers who were enforcing the apostasy came to the city of Modein to make them offer sacrifice. | Καὶ ἦλθον οἱ παρὰ τοῦ βασιλέως οἱ καταναγκάζοντες τὴν ἀποστασίαν εἰς Μωδειν τὴν πόλιν, ἵνα θυσιάσωσιν. | |
| 16 | Many from Israel came to them; and Mattathias and his sons were assembled. | καὶ πολλοὶ ἀπὸ Ισραηλ πρὸς αὐτοὺς προσῆλθον· καὶ Ματταθιας καὶ οἱ υἱοὶ αὐτοῦ συνήχθησαν. | |
| 17 | Then the king's officers spoke to Mattathias as follows: "You are a leader, honoured and great in this city, and supported by sons and brothers. | καὶ ἀπεκρίθησαν οἱ παρὰ τοῦ βασιλέως καὶ εἶπον τῷ Ματταθια λέγοντες Ἄρχων καὶ ἔνδοξος καὶ μέγας εἶ ἐν τῇ πόλει ταύτῃ καὶ ἐστηρισμένος υἱοῖς καὶ ἀδελφοῖς· | |
| 18 | Now be the first to come and do what the king commands, as all the Gentiles and the men of Judah and those that are left in Jerusalem have done. Then you and your sons will be numbered among the friends of the king, and you and your sons will be honoured with silver and gold and many gifts." | νῦν πρόσελθε πρῶτος καὶ ποίησον τὸ πρόσταγμα τοῦ βασιλέως, ὡς ἐποίησαν πάντα τὰ ἔθνη καὶ οἱ ἄνδρες Ιουδα καὶ οἱ καταλειφθέντες ἐν Ιερουσαλημ, καὶ ἔσῃ σὺ καὶ οἱ υἱοί σου τῶν φίλων τοῦ βασιλέως, καὶ σὺ καὶ οἱ υἱοί σου δοξασθήσεσθε ἀργυρίῳ καὶ χρυσίῳ καὶ ἀποστολαῖς πολλαῖς. | |
| 19 | But Mattathias answered and said in a loud voice: "Even if all the nations that live under the rule of the king obey him, and have chosen to do his commandments, departing each from the religion of his fathers, | καὶ ἀπεκρίθη Ματταθιας καὶ εἶπεν φωνῇ μεγάλῃ Εἰ πάντα τὰ ἔθνη τὰ ἐν οἴκῳ τῆς βασιλείας τοῦ βασιλέως ἀκούουσιν αὐτοῦ ἀποστῆναι ἕκαστος ἀπὸ λατρείας πατέρων αὐτοῦ καὶ ᾑρετίσαντο ἐν ταῖς ἐντολαῖς αὐτοῦ, | |
| 20 | yet I and my sons and my brothers will live by the covenant of our fathers. | κἀγὼ καὶ οἱ υἱοί μου καὶ οἱ ἀδελφοί μου πορευσόμεθα ἐν διαθήκῃ πατέρων ἡμῶν· | |
| 21 | Far be it from us to desert the law and the ordinances. | ἵλεως ἡμῖν καταλιπεῖν νόμον καὶ δικαιώματα· | |
| 22 | We will not obey the king's words by turning aside from our religion to the right hand or to the left." | τῶν λόγων τοῦ βασιλέως οὐκ ἀκουσόμεθα παρελθεῖν τὴν λατρείαν ἡμῶν δεξιὰν ἢ ἀριστεράν. | |
| 23 | When he had finished speaking these words, a Jew came forward in the sight of all to offer sacrifice upon the altar in Modein, according to the king's command. | καὶ ὡς ἐπαύσατο λαλῶν τοὺς λόγους τούτους, προσῆλθεν ἀνὴρ Ιουδαῖος ἐν ὀφθαλμοῖς πάντων θυσιάσαι ἐπὶ τοῦ βωμοῦ ἐν Μωδειν κατὰ τὸ πρόσταγμα τοῦ βασιλέως. | |
| 24 | When Mattathias saw it, be burned with zeal and his heart was stirred. He gave vent to righteous anger; he ran and killed him upon the altar. | καὶ εἶδεν Ματταθιας καὶ ἐζήλωσεν, καὶ ἐτρόμησαν οἱ νεφροὶ αὐτοῦ, καὶ ἀνήνεγκεν θυμὸν κατὰ τὸ κρίμα καὶ δραμὼν ἔσφαξεν αὐτὸν ἐπὶ τὸν βωμόν· | |
| 25 | At the same time he killed the king's officer who was forcing them to sacrifice, and he tore down the altar. | καὶ τὸν ἄνδρα τοῦ βασιλέως τὸν ἀναγκάζοντα θύειν ἀπέκτεινεν ἐν τῷ καιρῷ ἐκείνῳ καὶ τὸν βωμὸν καθεῖλεν. | |
| 26 | Thus he burned with zeal for the law, as Phinehas did against Zimri the son of Salu. | καὶ ἐζήλωσεν τῷ νόμῳ, καθὼς ἐποίησεν Φινεες τῷ Ζαμβρι υἱῷ Σαλωμ. | |