| 51 | katapi NEW STUDY BIBLE | Passage | Old Testament in Greek (Septuagint) |
| 13 | While I was still young, before I went on my travels, I sought wisdom openly in my prayer. | The search for Wisdom. Sir.51.13-30 | Ἔτι ὢν νεώτερος πρὶν ἢ πλανηθῆναί με, ἐζήτησα σοφίαν προφανῶς ἐν προσευχῇ μου. |
| 14 | Before the temple I asked for her, and I will search for her to the last. | ἔναντι ναοῦ ἠξίουν περὶ αὐτῆς, καὶ ἕως ἐσχάτων ἐκζητήσω αὐτήν. | |
| 15 | From blossom to ripening grape my heart delighted in her; my foot entered upon the straight path; from my youth I followed her steps. | ἐξ ἄνθους ὡς περκαζούσης σταφυλῆς εὐφράνθη ἡ καρδία μου ἐν αὐτῇ. ἐπέβη ὁ πούς μου ἐν εὐθύτητι, ἐκ νεότητός μου ἴχνευον αὐτήν. | |
| 16 | I inclined my ear a little and received her, and I found for myself much instruction. | ἔκλινα ὀλίγον τὸ οὖς μου καὶ ἐδεξάμην, καὶ πολλὴν εὗρον ἐμαυτῷ παιδείαν. | |
| 17 | I made progress therein; to him who gives wisdom I will give glory. | προκοπὴ ἐγένετό μοι ἐν αὐτῇ· τῷ διδόντι μοι σοφίαν δώσω δόξαν. | |
| 18 | For I resolved to live according to wisdom, and I was zealous for the good; and I shall never be put to shame. | διενοήθην γὰρ τοῦ ποιῆσαι αὐτὴν, καὶ ἐζήλωσα τὸ ἀγαθὸν καὶ οὐ μὴ αἰσχυνθῶ. | |
| 19 | My soul grappled with wisdom, and in my conduct I was strict; I spread out my hands to the heavens, and lamented my ignorance of her. | διαμεμάχισται ἡ ψυχή μου ἐν αὐτῇ, καὶ ἐν ποιήσει νόμου διηκριβασάμην. τὰς χεῖράς μου ἐξεπέτασα πρὸς ὕψος, καὶ τὰ ἀγνοήματα αὐτῆς ἐπένθησα. | |
| 20 | I directed my soul to her, and through purification I found her. I gained understanding with her from the first, therefore I will not be forsaken. | τὴν ψυχήν μου κατεύθυνα εἰς αὐτὴν, καὶ ἐν καθαρισμῷ εὗρον αὐτήν. καρδίαν ἐκτησάμην μετ' αὐτῆς ἀπ' ἀρχῆς· διὰ τοῦτο οὐ μὴ ἐγκαταλειφθῶ. | |
| 21 | My heart was stirred to seek her, therefore I have gained a good possession. | καὶ ἡ κοιλία μου ἐταράχθη τοῦ ἐκζητῆσαι αὐτήν· διὰ τοῦτο ἐκτησάμην ἀγαθὸν κτῆμα. | |
| 22 | The Lord gave me a tongue as my reward, and I will praise him with it. | ἔδωκεν κύριος γλῶσσάν μοι μισθόν μου, καὶ ἐν αὐτῇ αἰνέσω αὐτόν. | |
| 23 | Draw near to me, you who are untaught, and lodge in my school. | ἐγγίσατε πρός με, ἀπαίδευτοι, καὶ αὐλίσθητε ἐν οἴκῳ παιδείας. | |
| 24 | Why do you say you are lacking in these things, and why are your souls very thirsty? | τί ὅτι ὑστερεῖσθαι λέγετε ἐν τούτοις, καὶ αἱ ψυχαὶ ὑμῶν διψῶσι σφόδρα; | |
| 25 | I opened my mouth and said, Get these things for yourselves without money. | ἤνοιξα τὸ στόμα μου καὶ ἐλάλησα Κτήσασθε ἑαυτοῖς ἄνευ ἀργυρίου. | |
| 26 | Put your neck under the yoke, and let your souls receive instruction; it is to be found close by. | τὸν τράχηλον ὑμῶν ὑπόθετε ὑπὸ ζυγόν, καὶ ἐπιδεξάσθω ἡ ψυχὴ ὑμῶν παιδείαν. ἐγγύς ἐστιν εὑρεῖν αὐτήν. | |
| 27 | See with your eyes that I have laboured little and found myself much rest. | ἴδετε ἐν ὀφθαλμοῖς ὑμῶν ὅτι ὀλίγον ἐκοπίασα, καὶ εὗρον ἐμαυτῷ πολλὴν ἀνάπαυσιν. | |
| 28 | Get instruction with a large sum of silver, and you will gain by it much gold. | μετάσχετε παιδείας ἐν πολλῷ ἀριθμῷ ἀργυρίου, καὶ πολὺν χρυσὸν κτήσασθε ἐν αὐτῇ. | |
| 29 | May your soul rejoice in his mercy, and may you not be put to shame when you praise him. | εὐφρανθείη ἡ ψυχὴ ὑμῶν ἐν τῷ ἐλέει αὐτοῦ, καὶ μὴ αἰσχυνθείητε ἐν αἰνέσει αὐτοῦ. | |
| 30 | Do your work before the appointed time, and in God's time he will give you your reward. | ἐργάζεσθε τὸ ἔργον ὑμῶν πρὸ καιροῦ, καὶ δώσει τὸν μισθὸν ὑμῶν ἐν καιρῷ αὐτοῦ. | |