51 | katapi NEW STUDY BIBLE | Passage | Old Testament in Greek (Septuagint) |
51 1 | I will give thanks to you, O Lord and King, and will praise you as God my Saviour. I give thanks to your name, | A song of thankgiving. Sir.51.1-12 | Προφεθχὴ Ἰησοῦ υιοῦ Σειράχ. Ἑξομολογήσομαί σοι, κύριε βασιλεῦ, καὶ αἰνέσω σε θεὸν τὸν σωτῆρά μου, ἐξομολογοῦμαι τῷ ὀνόματί σου, |
2 | for you have been my protector and helper and have delivered my body from destruction and from the snare of a slanderous tongue, from lips that utter lies. Before those who stood by you were my helper, | ὅτι σκεπαστὴς καὶ βοηθὸς ἐγένου μοι, καὶ ἐλυτρώσω τὸ σῶμά μου ἐξ ἀπωλείας, καὶ ἐκ παγίδος διαβολῆς γλώσσης, ἀπὸ χειλέων ἐργαζομένων ψεῦδος, καὶ ἔναντι τῶν παρεστηκότων ἐγένου βοηθὸς καὶ ἐλυτρώσω με | |
3 | and delivered me, in the greatness of your mercy and of your name, from the gnashings of teeth about to devour me, from the hand of those who sought my life, from the many afflictions that I endured, | κατὰ τὸ πλῆθος ἐλέους καὶ ὀνόματός σου, ἐκ βρυγμῶν ἕτοιμον εἰς βρῶμα, ἐκ χειρὸς ζητούντων τὴν ψυχήν μου, ἐκ πλειόνων θλίψεων, ὧν ἔσχον, | |
4 | from choking fire on every side and from the midst of fire which I did not kindle, | ἀπὸ πνιγμοῦ πυρᾶς κυκλόθεν καὶ ἐκ μέσου πυρός, οὗ οὐκ ἐξέκαυσα, | |
5 | from the depths of the belly of Hades, from an unclean tongue and lying words - | ἐκ βάθους κοιλίας ᾅδου, καὶ ἀπὸ γλώσσης ἀκαθάρτου καὶ λόγου ψευδοῦς. | |
6 | the slander of an unrighteous tongue to the king. My soul drew near to death, and my life was very near to Hades beneath. | βασιλεῖ διαβολὴ γλώσσης ἀδίκου· ἤγγισεν ἕως θανάτου ἡ ψυχή μου, καὶ ἡ ζωή μου ἦν σύνεγγυς ᾅδου κάτω. | |
7 | They surrounded me on every side, and there was no one to help me; I looked for the assistance of men, and there was none. | περιέσχον με πάντοθεν, καὶ οὐκ ἦν ὁ βοηθῶν· ἐνέβλεπον εἰς ἀντίλημψιν ἀνθρώπων, καὶ οὐκ ἦν. | |
8 | Then I remembered your mercy, O Lord, and your work from of old, that you deliver those who wait for you and save them from the hand of their enemies. | καὶ ἐμνήσθην τοῦ ἐλέους σου, Κύριε, καὶ τῆς ἐργασίας σου τῆς ἀπ' αἰῶνος, ὅτι ἐξαιρῇ τοὺς ὑπομένοντάς σε καὶ σῴζεις αὐτοὺς ἐκ χειρὸς ἐχθρῶν. | |
9 | And I sent up my supplication from the earth, and prayed for deliverance from death. | καὶ ἀνύψωσα ἀπὸ γῆς ἱκετείαν μου, καὶ ὑπὲρ θανάτου ῥύσεως ἐδεήθην· | |
10 | I appealed to the Lord, the Father of my lord, not to forsake me in the days of affliction, at the time when there is no help against the proud. | ἐπεκαλεσάμην Κύριον πατέρα κυρίου μου, μή με ἐγκαταλιπεῖν ἐν ἡμέραις θλίψεως, ἐν καιρῷ ὑπερηφανιῶν ἀβοηθησίας· αἰνέσω τὸ ὄνομά σου ἐνδελεχῶς, καὶ ὑμνήσω ἐν ἐξομολογήσει. | |
11 | I will praise your name continually, and will sing praise with thanksgiving. My prayer was heard, | καὶ εἰσηκούσθη ἡ δέησίς μου· ἔσωσας γάρ με ἐξ ἀπωλείας, καὶ ἐξείλου με ἐκ καιροῦ πονηροῦ. | |
12 | for you saved me from destruction and rescued me from an evil plight. Therefore I will give thanks to you and praise you, and I will bless the name of the Lord. | διὰ τοῦτο ἐξομολογήσομαί σοι, καὶ αἰνέσω σε καὶ εὐλογήσω τῷ ὀνόματι κυρίου. |