12 | katapi NEW STUDY BIBLE | Passage | Old Testament in Greek (Septuagint) |
12 | For who will say, "What have you done?" Or will resist your judgment? Who will accuse you for the destruction of nations which you made? Or who will come before you to plead as an advocate for unrighteous men? | God is sovereign. Wis.12.12-22 | τίς γὰρ ἐρεῖ Τί ἐποίησας; ἢ τίς ἀντιστήσεται τῷ κρίματί σου; τίς δὲ ἐγκαλέσει σοι κατὰ ἐθνῶν ἀπολωλότων ἃ σὺ ἐποίησας; ἢ τίς εἰς κατάστασίν σοι ἐλεύσεται ἔκδικος κατὰ ἀδίκων ἀν θρώπων; |
13 | For neither is there any god besides you, whose care is for all men, to whom you should prove that you have not judged unjustly; | οὔτε γὰρ θεός ἐστιν πλὴν σοῦ, ᾧ μέλει περὶ πάντων, ἵνα δείξῃς ὅτι οὐκ ἀδίκως ἔκρινας, | |
14 | nor can any king or monarch confront you about those whom you have punished. | οὔτε βασιλεὺς ἢ τύραννος ἀντοφθαλμῆσαι δυνήσεταί σοι πε ρὶ ὧν ἐκόλασας. | |
15 | You are righteous and rule all things righteously, deeming it alien to your power to condemn him who does not deserve to be punished. | δίκαιος δὲ ὢν δικαίως τὰ πάντα διέπεις, αὐτὸν τὸν μὴ ὀφείλοντα κολασθῆναι καταδικάσαι ἀλλότριον ἡγούμενος τῆς σῆς δυνάμεως. | |
16 | For your strength is the source of righteousness, and your sovereignty over all causes you to spare all. | ἡ γὰρ ἰσχύς σου δικαιοσύνης ἀρχή, καὶ τὸ πάντων σε δεσπόζειν πάντων φείδεσθαί σε ποιεῖ. | |
17 | For you show your strength when men doubt the completeness of your power, and rebuke any insolence among those who know it. | ἰσχὺν γὰρ ἐνδείκνυσαι ἀπιστούμενος ἐπὶ δυνάμεως τελειότητι, καὶ ἐν τοῖς εἰδόσι τὸ θράσος ἐξελέγχεις· | |
18 | You who are sovereign in strength judge with mildness, and with great forbearance you govern us; for you have power to act whenever you choose. | σὺ δὲ δεσπόζων ἰσχύος ἐν ἐπιεικείᾳ κρίνεις, καὶ μετὰ πολλῆς φειδοῦς διοικεῖς ἡμᾶς· πάρεστιν γάρ σοι, ὅταν θέλῃς, τὸ δύνασθαι. | |
19 | Through such works you have taught your people that the righteous man must be kind, and you have filled your sons with good hope, because you give repentance for sins. | Ἑδίδαξας δέ σου τὸν λαὸν διὰ τῶν τοιούτων ἔργων, ὅτι δεῖ τὸν δίκαιον εἶναι φιλάνθρωπον, καὶ εὐέλπιδας ἐποίησας τοὺς υἱούς σου, ὅτι διδοῖς ἐπὶ ἁμαρτήμασιν μετάνοιαν. | |
20 | For if you punished with such great care and indulgence the enemies of your servants and those deserving of death, granting them time and opportunity to give up their wickedness, | εἰ γὰρ ἐχθροὺς παίδων σου καὶ ὀφειλομένους θανάτῳ μετὰ τοσαύτης ἐτιμωρήσω προσοχῆς καὶ διέσεως, δοὺς χρόνους καὶ τόπον, δι' ὧν ἀπαλλαγῶσι τῆς κακίας, | |
21 | with what strictness you have judged your sons, to whose fathers you gave oaths and covenants full of good promises! | μετὰ πόσης ἀκριβείας ἔκρινας τοὺς υἱούς σου, ὧν τοῖς πατράσιν ὅρκους καὶ συνθήκας ἔδωκας ἀγαθῶν ὑπο σχέσεων; | |
22 | So while chastening us you scourge our enemies ten thousand times more, so that we may meditate upon your goodness when we judge, and when we are judged we may expect mercy. | Ἡμᾶς οὖν παιδεύων τοὺς ἐχθροὺς ἡμῶν ἐν μυριότητι μαστιγοῖς, ἵνα σου τὴν ἀγαθότητα μεριμνῶμεν κρίνοντες, κρινόμενοι δὲ προσδοκῶμεν ἔλεος. |