7 | katapi NEW STUDY BIBLE | Passage | Old Testament in Greek (Septuagint) |
7 1 | I also am mortal, like all men, a descendant of the first-formed child of earth; and in the womb of a mother I was molded into flesh, | Solomon's wisdom. Wis.7.1-22 | Εἰμὶ μὲν κἀγὼ θνητὸς ἄνθρωπος ἴσος ἅπασιν, καὶ γηγενοῦς ἀπόγονος πρωτοπλάστου· καὶ ἐν κοιλίᾳ μητρὸς ἐγλύφην σὰρξ |
2 | within the period of ten months, compacted with blood, from the seed of a man and the pleasure of marriage. | δεκαμηνιαίῳ χρόνῳ παγεὶς ἐν αἵματι ἐκ σπέρματος ἀνδρὸς καὶ ἡδονῆς ὕπνῳ συνελθούσης. | |
3 | And when I was born, I began to breathe the common air, and fell upon the kindred earth, and my first sound was a cry, like that of all. | καὶ ἐγὼ δὲ γενόμενος ἔσπασα τὸν κοινὸν ἀέρα, καὶ ἐπὶ τὴν ὁμοιοπαθῆ κατέπεσον γῆν, πρώτην φωνὴν τὴν ὁμοίαν πᾶσιν ἴσα κλαίων· | |
4 | I was nursed with care in swaddling cloths. | ἐν σπαργάνοις ἀνετράφην καὶ φροντίσιν. | |
5 | For no king has had a different beginning of existence; | οὐδεὶς γὰρ βασιλέων ἑτέραν ἔσχεν γενέσεως ἀρχήν, | |
6 | there is for all mankind one entrance into life, and a common departure. | μία δὲ πάντων εἴσοδος εἰς τὸν βίον ἔξοδός τε ἴση. | |
7 | Therefore I prayed, and understanding was given me; I called upon God, and the spirit of wisdom came to me. | διὰ τοῦτο εὐξάμην, καὶ φρόνησις ἐδόθη μοι· ἐπεκαλεσάμην, καὶ ἦλθέν μοι πνεῦμα σοφίας. | |
8 | I preferred her to scepters and thrones, and I accounted wealth as nothing in comparison with her. | προέκρινα αὐτὴν σκήπτρων καὶ θρόνων καὶ πλοῦτον οὐδὲν ἡγησάμην ἐν συγκρίσει αὐτῆς· | |
9 | Neither did I liken to her any priceless gem, because all gold is but a little sand in her sight, and silver will be accounted as clay before her. | οὐδὲ ὡμοίωσα αὐτῇ λίθον ἀτίμητον, ὅτι ὁ πᾶς χρυσὸς ἐν ὄψει αὐτῆς ψάμμος ὀλίγη, καὶ ὡς πηλὸς λογισθήσεται ἄργυρος ἐναντίον αὐτῆς· | |
10 | I loved her more than health and beauty, and I chose to have her rather than light, because her radiance never ceases. | ὑπὲρ ὑγίειαν καὶ εὐμορφίαν ἠγάπησα αὐτὴν, καὶ προειλόμην αὐτὴν ἀντὶ φωτὸς ἔχειν, ὅτι ἀκοίμητον τὸ ἐκ ταύτης φέγγος. | |
11 | All good things came to me along with her, and in her hands uncounted wealth. | ἦλθεν δέ μοι τὰ ἀγαθὰ ὁμοῦ πάντα μετ' αὐτῆς, καὶ ἀναρίθμητος πλοῦτος ἐν χερσὶν αὐτῆς· | |
12 | I rejoiced in them all, because wisdom leads them; but I did not know that she was their mother. | εὐφράνθην δὲ ἐπὶ πᾶσιν, ὅτι αὐτῶν ἡγεῖται σοφία, ἠγνόουν δὲ αὐτὴν γενέτιν εἶναι τούτων. | |
13 | I learned without guile and I impart without grudging; I do not hide her wealth, | ἀδόλως τε ἔμαθον ἀφθόνως τε μεταδίδωμι, τὸν πλοῦτον αὐτῆς οὐκ ἀποκρύπτομαι· | |
14 | for it is an unfailing treasure for men; those who get it obtain friendship with God, commended for the gifts that come from instruction. | ἀνεκλιπὴς γὰρ θησαυρός ἐστιν ἀνθρώποις, ὃν οἱ κτησάμενοι πρὸς θεὸν ἐστείλαντο φιλίαν, διὰ τὰς ἐκ παιδείας δωρεὰς συσταθέντες. | |
15 | May God grant that I speak with judgment and have thought worthy of what I have received, for he is the guide even of wisdom and the corrector of the wise. | Ἑμοὶ δὲ δῴη ὁ θεὸς εἰπεῖν κατὰ γνώμην καὶ ἐνθυμηθῆναι ἀξίως τῶν δεδομένων, ὅτι αὐτὸς καὶ τῆς σοφίας ὁδηγός ἐστιν καὶ τῶν σοφῶν διορθωτής. | |
16 | For both we and our words are in his hand, as are all understanding and skill in crafts. | ἐν γὰρ χειρὶ αὐτοῦ καὶ ἡμεῖς καὶ οἱ λόγοι ἡμῶν, πᾶσά τε φρόνησις καὶ ἐργατειῶν ἐπιστήμη. | |
17 | For it is he who gave me unerring knowledge of what exists, to know the structure of the world and the activity of the elements; | αὐτὸς γάρ μοι ἔδωκεν τῶν ὄντων γνῶσιν ἀψευδῆ, εἰδέναι σύστασιν κόσμου καὶ ἐνέργειαν στοιχείων, | |
18 | the beginning and end and middle of times, the alternations of the solstices and the changes of the seasons, | ἀρχὴν καὶ τέλος καὶ μεσότητα χρόνων, τροπῶν ἀλλαγὰς καὶ μεταβολὰς καιρῶν, | |
19 | the cycles of the year and the constellations of the stars, | ἐνιαυτοῦ κύκλους καὶ ἄστρων θέσεις, | |
20 | the natures of animals and the tempers of wild beasts, the powers of spirits and the reasonings of men, the varieties of plants and the virtues of roots; | φύσεις ζῴων καὶ θυμοὺς θηρίων, πνευμάτων βίας καὶ διαλογισμοὺς ἀνθρώπων, διαφορὰς φυτῶν καὶ δυνάμεις ῥιζῶν, | |
21 | I learned both what is secret and what is manifest, for wisdom, the fashioner of all things, taught me. | ὅσα τέ ἐστιν κρυπτὰ καὶ ἐμφανῆ ἔγνων· ἡ γὰρ πάντων τεχνῖτις ἐδίδαξέν με σοφία. | |
22 | For in her there is a spirit that is intelligent, holy, unique, manifold, subtle, mobile, clear, unpolluted, distinct, invulnerable, loving the good, keen, irresistible, | The nature of Wisdom. Wis.7.22-8.1 | Ἔστιν γὰρ ἐν αὐτῇ πνεῦμα νοερόν, ἅγιον, μονογενές, πολυμερές, λεπτόν, εὐκίνητον, τρανόν, ἀμόλυντον, σαφές, ἀπήμαντον, φιλάγαθον, ὀξύ, |